Wisdom 7
Libro non riconosciuto. Prova con un'abbreviazione valida (es. Gen, Es, Gv, Sal).
Versetti esaminati
| New Jerusalem Bible | Septuaginta - Nestle-Aland |
|---|---|
| 1 I too am mortal like everyone else, a descendant of the first man formed from the earth. I was model edin flesh inside a mother's womb, | 1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ |
| 2 where, for ten months, in blood I acquired substance -- the result of virile seed and pleasure, sleep'scompanion. | 2 δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης |
| 3 I too, when I was born, drew in the common air, I fel on the same ground that bears us al , and cryingwas the first sound I made, like everyone else. | 3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων |
| 4 I was nurtured in swaddling clothes, with every care. | 4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν |
| 5 No king has known any other beginning of existence; | 5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν |
| 6 for there is only one way into life, and one way out of it. | 6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση |
| 7 And so I prayed, and understanding was given me; I entreated, and the spirit of Wisdom came to me. | 7 διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας |
| 8 I esteemed her more than sceptres and thrones; compared with her, I held riches as nothing. | 8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς |
| 9 I reckoned no precious stone to be her equal, for compared with her, al gold is a pinch of sand, andbeside her, silver ranks as mud. | 9 οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς |
| 10 I loved her more than health or beauty, preferred her to the light, since her radiance never sleeps. | 10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος |
| 11 In her company al good things came to me, and at her hands incalculable wealth. | 11 ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς |
| 12 All these delighted me, since Wisdom brings them, though I did not then realise that she was theirmother. | 12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων |
| 13 What I learned diligently, I shal pass on liberally, I shal not conceal how rich she is. | 13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι |
| 14 For she is to human beings an inexhaustible treasure, and those who acquire this win God'sfriendship, commended to him by the gifts of instruction. | 14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες |
| 15 May God grant me to speak as he would wish and conceive thoughts worthy of the gifts I havereceived, since he is both guide to Wisdom and director of sages; | 15 ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής |
| 16 for we are in his hand, yes, ourselves and our sayings, and al intellectual and al practical knowledge. | 16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη |
| 17 He it was who gave me sure knowledge of what exists, to understand the structure of the world andthe action of the elements, | 17 αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων |
| 18 the beginning, end and middle of the times, the alternation of the solstices and the succession of theseasons, | 18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν |
| 19 the cycles of the year and the position of the stars, | 19 ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις |
| 20 the natures of animals and the instincts of wild beasts, the powers of spirits and human mentalprocesses, the varieties of plants and the medical properties of roots. | 20 φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν |
| 21 And now I understand everything, hidden or visible, for Wisdom, the designer of all things, hasinstructed me. | 21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία |
| 22 For within her is a spirit intel igent, holy, unique, manifold, subtle, mobile, incisive, unsul ied, lucid,invulnerable, benevolent, shrewd, | 22 ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ |
| 23 irresistible, beneficent, friendly to human beings, steadfast, dependable, unperturbed, almighty, al -surveying, penetrating al intel igent, pure and most subtle spirits. | 23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων |
| 24 For Wisdom is quicker to move than any motion; she is so pure, she pervades and permeates allthings. | 24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα |
| 25 She is a breath of the power of God, pure emanation of the glory of the Almighty; so nothing impurecan find its way into her. | 25 ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει |
| 26 For she is a reflection of the eternal light, untarnished mirror of God's active power, and image of hisgoodness. | 26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ |
| 27 Although she is alone, she can do everything; herself unchanging, she renews the world, and,generation after generation, passing into holy souls, she makes them into God's friends and prophets; | 27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει |
| 28 for God loves only those who dwel with Wisdom. | 28 οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα |
| 29 She is indeed more splendid than the sun, she outshines al the constel ations; compared with light,she takes first place, | 29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα 30τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία |
| 30 for light must yield to night, but against Wisdom evil cannot prevail. |