Scrutatio

Sabato, 27 aprile 2024 - Santa Zita ( Letture di oggi)

Wisdom 2


font
NEW JERUSALEMGREEK BIBLE
1 And this is the false argument they use, 'Our life is short and dreary, there is no remedy when our endcomes, no one is known to have come back from Hades.1 εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου
2 We came into being by chance and afterwards shal be as though we had never been. The breath in ournostrils is a puff of smoke, reason a spark from the beating of our hearts;2 ὅτι αὐτοσχεδίως ἐγενήθημεν καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν
3 extinguish this and the body turns to ashes, and the spirit melts away like the yielding air.3 οὗ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ
4 In time, our name wil be forgotten, nobody wil remember what we have done; our life will pass awaylike wisps of cloud, dissolving like the mist that the sun's rays drive away and that its heat dispels.4 καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα
5 For our days are the passing of a shadow, our end is without return, the seal is affixed and nobodycomes back.5 σκιᾶς γὰρ πάροδος ὁ καιρὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει
6 'Come then, let us enjoy the good things of today, let us use created things with the zest of youth:6 δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν καὶ χρησώμεθα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως 7οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἔαρος
7 take our fil of the dearest wines and perfumes, on no account forgo the flowers of spring7 οι φοβουμενοι τον κυριον αναμεινατε το ελεος αυτου και μη εκκλινητε ινα μη πεσητε
8 but crown ourselves with rosebuds before they wither,8 στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι
9 no meadow excluded from our orgy; let us leave the signs of our revelry everywhere, since this is ourportion, this our lot!9 μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος
10 'As for the upright man who is poor, let us oppress him; let us not spare the widow, nor respect oldage, white-haired with many years.10 καταδυναστεύσωμεν πένητα δίκαιον μὴ φεισώμεθα χήρας μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους
11 Let our might be the yardstick of right, since weakness argues its own futility.11 ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται
12 Let us lay traps for the upright man, since he annoys us and opposes our way of life, reproaches us forour sins against the Law, and accuses us of sins against our upbringing.12 ἐνεδρεύσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν
13 He claims to have knowledge of God, and calls himself a child of the Lord.13 ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει
14 We see him as a reproof to our way of thinking, the very sight of him weighs our spirits down;14 ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος
15 for his kind of life is not like other people's, and his ways are quite different.15 ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ
16 In his opinion we are counterfeit; he avoids our ways as he would filth; he proclaims the final end of theupright as blessed and boasts of having God for his father.16 εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν
17 Let us see if what he says is true, and test him to see what sort of end he wil have.17 ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ
18 For if the upright man is God's son, God wil help him and rescue him from the clutches of hisenemies.18 εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ ἀντιλήμψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων
19 Let us test him with cruelty and with torture, and thus explore this gentleness of his and put hispatience to the test.19 ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ
20 Let us condemn him to a shameful death since God wil rescue him -- or so he claims.'20 θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ
21 This is the way they reason, but they are misled, since their malice makes them blind.21 ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν
22 They do not know the hidden things of God, they do not hope for the reward of holiness, they do notbelieve in a reward for blameless souls.22 καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων
23 For God created human beings to be immortal, he made them as an image of his own nature;23 ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ’ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν
24 Death came into the world only through the Devil's envy, as those who belong to him find to their cost.24 φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες