| 1 »Braćo i oci, poslušajte što ću vam sad u svoju obranu reći.« | 1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. |
| 2 Kad čuše da im govori hebrejskim jezikom, još većma utihnuše. On nastavi: | 2 ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν· |
| 3 »Ja sam Židov, rođen u Tarzu cilicijskom, ali odrastao u ovom gradu, do nogu Gamalielovih odgojen točno po otačkom Zakonu; bijah revnitelj Božji kao što ste svi vi još danas. | 3 ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· |
| 4 Ovaj sam Put na smrt progonio, u okove bacao i predavao u tamnice muževe i žene, | 4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, |
| 5 kako mi to može posvjedočiti i veliki svećenik i sve starješinstvo. Od njih sam i pisma dobio za braću u Damasku pa se zaputio da i one ondje okovane dovedem u Jeruzalem da se kazne.« | 5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον, παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. |
| 6 »Dok sam tako putovao i približavao se Damasku, s neba me oko podneva iznenada obasja svjetlost velika. | 6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, |
| 7 Sruših se na tlo i začuh glas što mi govoraše: ‘Savle, Savle, zašto me progoniš?’ | 7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; |
| 8 Ja odgovorih: ‘Tko si, Gospodine?’ Reče mi: ‘Ja sam Isus Nazarećanin koga ti progoniš.’ | 8 ἐγὼ δὲ ἀπεκρίθην· τίς εἶ, κύριε; εἶπέν τε πρός με· ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. |
| 9 Oni koji bijahu sa mnom svjetlost doduše primijetiše, ali ne čuše glasa Onoga koji mi govoraše. | 9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. |
| 10 Rekoh nato: ‘Što mi je činiti, Gospodine?’ Gospodin će mi: ‘Ustani, pođi u Damask i ondje će ti se reći što ti je određeno učiniti.’ | 10 εἶπον δέ· τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· ἀναστὰς πορεύου εἰς Δαμασκὸν κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. |
| 11 Kako od sjaja one svjetlosti obnevidjeh, pratioci me povedoše za ruku te stigoh u Damask.« | 11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν. |
| 12 »Neki Ananija, čovjek po Zakonu pobožan i na dobru glasu u Židova ondje nastanjenih, | 12 Ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, |
| 13 dođe k meni, pristupi mi i reče: ‘Savle, brate, progledaj!’ I ja se u taj čas zagledah u nj. | 13 ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. |
| 14 A on će: ‘Bog otaca naših predodredi te da upoznaš volju njegovu, da vidiš Pravednika i čuješ glas iz usta njegovih | 14 ὁ δὲ εἶπεν· ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, |
| 15 jer bit ćeš mu pred svim ljudima svjedokom onoga što si vidio i čuo. | 15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. |
| 16 I što sad oklijevaš? Ustani, krsti se i operi grijehe svoje, prizivljući ime njegovo!’« | 16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ. |
| 17 »Pošto se vratih u Jeruzalem, dok sam se jednom molio u Hramu, padoh u zanos | 17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει |
| 18 i vidjeh Gospodina gdje mi govori: ‘Pohiti, žurno izađi iz Jeruzalema jer neće primiti tvoga svjedočanstva o meni.’ | 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ. |
| 19 Ja rekoh: ‘Gospodine, oni znaju da sam ja u tamnice bacao i bičevao po sinagogama one koji vjeruju u te. | 19 κἀγὼ εἶπον· κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ, |
| 20 I dok se prolijevala krv Stjepana, svjedoka tvoga, i ja sam ondje stajao i odobravao te čuvao haljine onih koji ga ubijahu.’ | 20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. |
| 21 Nato mi reče: ‘Pođi jer ću te poslati daleko k poganima!’« | 21 καὶ εἶπεν πρός με· πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. |
| 22 Slušali su ga sve do te riječi, a tada podigoše glas: »Ukloni takva sa zemlje! Nije pravo da živi!« | 22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. |
| 23 Kako oni stadoše bučiti, odbacivati haljine i vitlati prašinu u zrak, | 23 κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, |
| 24 zapovjedi tisućnik da Pavla uvedu u vojarnu pa odredi da ga bičevima ispitaju kako bi doznao zašto tako viču protiv njega. | 24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. |
| 25 Kad ga remenjem rastegoše, reče on nazočnom satniku: »Rimskoga građanina, i još neosuđena, smijete bičevati?« | 25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; |
| 26 Kad je to čuo satnik, priđe tisućniku i dojavi mu: »Što si to nakanio? Ovaj je čovjek Rimljanin!« | 26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων· τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. |
| 27 Tisućnik tada priđe Pavlu pa mu reče: »Reci mi, jesi li Rimljanin?« On odvrati: »Da.« | 27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· λέγε μοι, σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· ναί. |
| 28 Tisućnik dometnu: »Ja stekoh to građanstvo za skupe novce.« Pavao nato reče: »Ja sam se pak s njim i rodio.« | 28 ἀπεκρίθη δὲ ὁ χιλίαρχος· ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· ἐγὼ δὲ καὶ γεγέννημαι. |
| 29 Brže stoga odstupe od njega oni koji su ga imali ispitivati. I tisućnik se preplaši kad sazna da je Pavao Rimljanin, a on ga bijaše okovao. | 29 εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν, καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς. |
| 30 Sutradan pak kad je htio točno saznati za što ga Židovi optužuju, odriješi ga pa zapovjedi da se sastanu veliki svećenici i sve Vijeće te privede Pavla i postavi ga pred njih. | 30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς. |