SCRUTATIO

Ponedjeljak, 24 Studeni 2025 - Santi Martiri Vietnamiti ( Letture di oggi)

Evanđelje po Ivanu 21


font
Biblija HrvatskiLXX
1 Poslije toga očitova se Isus ponovno učenicima na Tiberijadskome moru. Očitova se ovako:1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.
2 Bijahu zajedno Šimun Petar, Toma zvani Blizanac, Natanael iz Kane Galilejske, zatim Zebedejevi i još druga dva njegova učenika.2 Ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
3 Kaže im Šimun Petar: »Idem ribariti.« Rekoše: »Idemo i mi s tobom.« Izađoše i uđoše u lađu, ali te noći ne uloviše ništa.3 λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4 Kad je već svanulo, stade Isus na kraju, ali učenici nisu znali da je to Isus.4 Πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν, οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
5 Kaže im Isus: »Dječice, imate li što za prismok?« Odgovoriše mu: »Nemamo.«5 λέγει οὖν αὐτοῖς [ὁ] Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ.
6 A on im reče: »Bacite mrežu na desnu stranu lađe i naći ćete.« Baciše oni i više je ne mogoše izvući od mnoštva ribe.6 ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7 Tada onaj učenik kojega je Isus ljubio kaže Petru: »Gospodin je!« Kad je Šimun Petar čuo da je to Gospodin, pripaše si gornju haljinu, jer bijaše gol, te se baci u more.7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν,
8 Ostali učenici dođoše s lađicom vukući mrežu s ribom jer ne bijahu daleko od kraja, samo kojih dvjesta lakata.8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 Kad iziđu na kraj, ugledaju pripravljenu žeravicu i na njoj pristavljenu ribu i kruh.9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
10 Kaže im Isus: »Donesite ribâ što ih sada uloviste.«10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
11 Nato se Šimun Petar popne i izvuče na kraj mrežu punu velikih riba, sto pedeset i tri. I premda ih je bilo toliko, mreža se ne raskinu.11 ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
12 Kaže im Isus: »Hajde, doručkujte!« I nitko se od učenika ne usudi upitati ga: »Tko si ti?« Znali su da je Gospodin.12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
13 Isus pristupi, uzme kruh i dade im, a tako i ribu.13 ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14 To se već treći put očitova Isus učenicima pošto uskrsnu od mrtvih.14 τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.
15 Nakon doručka upita Isus Šimuna Petra: »Šimune Ivanov, ljubiš li me više nego ovi?« Odgovori mu: »Da, Gospodine, ti znaš da te volim!«15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου.
16 Kaže mu: »Pasi jaganjce moje!« Upita ga po drugi put: »Šimune Ivanov, ljubiš li me?« Odgovori mu: »Da, Gospodine, ti znaš da te volim!« Kaže mu: »Pasi ovce moje!«16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· ναὶ κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμαινε τὰ πρόβατά μου.
17 Upita ga treći put: »Šimune Ivanov, voliš li me?« Ražalosti se Petar što ga upita treći put: »Voliš li me?« pa mu odgovori: »Gospodine, ti sve znaš! Tebi je poznato da te volim.« Kaže mu Isus: »Pasi ovce moje!«17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· φιλεῖς με; καὶ λέγει αὐτῷ· κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [ὁ Ἰησοῦς]· βόσκε τὰ πρόβατά μου.
18 »Zaista, zaista, kažem ti:
Dok si bio mlađi,
sam si se opasivao
i hodio kamo si htio;
ali kad ostariš,
raširit ćeš ruke
i drugi će te opasivati
i voditi kamo nećeš.«
18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.
19 A to mu reče nagovješćujući kakvom će smrću proslaviti Boga. Rekavši to doda: »Idi za mnom!«19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι.
20 Petar se okrene i opazi da ga slijedi onaj učenik kojega je Isus ljubio i koji se za večere bijaše privio Isusu uz prsa i upitao ga: »Gospodine, tko će te to izdati?«20 Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
21 Vidjevši ga, Petar kaže Isusu: »Gospodine, a što s ovim?«21 τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· κύριε, οὗτος δὲ τί;
22 Odgovori mu Isus: »Ako hoću da on ostane dok ne dođem, što je tebi do toga? Ti idi za mnom!«22 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.
23 Stoga se pronese među braćom glas da onaj učenik neće umrijeti. No Isus mu nije rekao: »Neće umrijeti«, nego: »Ako hoću da on ostane dok ne dođem, što je tebi do toga?«23 ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι[, τί πρὸς σέ];
24 Taj učenik za ovo svjedoči i ovo napisa. I znamo da je istinito svjedočanstvo njegovo.24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
25 A ima još mnogo toga što učini Isus i kad bi se sve redom popisalo, sav svijet, mislim, ne bi obuhvatio knjiga koje bi se napisale.25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.