Evanđelje po Mateju 8
Confronta con un'altra Bibbia
Cambia Bibbia
| Biblija Hrvatski | LXX |
|---|---|
| 1 Kad je Isus sišao s gore, pohrli za njim silan svijet. | 1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. |
| 2 I gle, pristupi neki gubavac, pokloni mu se do zemlje i reče: »Gospodine, ako hoćeš, možeš me očistiti.« | 2 καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων· κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. |
| 3 Isus pruži ruku i dotakne ga se govoreći: »Hoću, očisti se!« I odmah se očisti od gube. | 3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων· θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. |
| 4 Kaže mu Isus: »Pazi, nikomu ne kazuj, nego idi, pokaži se svećeniku i prinesi dar što ga propisa Mojsije, njima za svjedočanstvo.« | 4 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλ’ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. |
| 5 Kad uđe u Kafarnaum, pristupi mu satnik pa ga zamoli: | 5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν |
| 6 »Gospodine, sluga mi leži kod kuće uzet, u strašnim mukama.« | 6 καὶ λέγων· κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. |
| 7 Kaže mu: »Ja ću doći izliječiti ga.« | 7 καὶ λέγει αὐτῷ· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. |
| 8 Odgovori satnik: »Gospodine, nisam dostojan da uđeš pod krov moj, nego samo reci riječ i izliječen će biti sluga moj. | 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. |
| 9 Ta i ja, premda sam čovjek pod vlašću, imam pod sobom vojnike pa reknem jednomu: ‘Idi!’ – i ode, drugomu: ‘Dođi!’ – i dođe, a sluzi svomu: ‘Učini to’ – i učini.« | 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ. |
| 10 Čuvši to, zadivi se Isus i reče onima koji su išli za njim: »Zaista, kažem vam, ni u koga u Izraelu ne nađoh tolike vjere. | 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. |
| 11 A kažem vam: Mnogi će s istoka i zapada doći i sjesti za stol s Abrahamom, Izakom i Jakovom u kraljevstvu nebeskom, | 11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, |
| 12 a sinovi će kraljevstva biti izbačeni van u tamu. Ondje će biti plač i škrgut zubi.« | 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
| 13 I reče Isus satniku: »Idi, neka ti bude kako si vjerovao!« I ozdravi sluga u taj čas. | 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ. |
| 14 Ušavši u kuću Petrovu, Isus ugleda njegovu punicu koja ležaše u ognjici. | 14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· |
| 15 Dotače joj se ruke i pusti je ognjica. Ona ustade i posluživaše mu. | 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. |
| 16 A uvečer mu doniješe mnoge opsjednute. On izagna duhove riječju i sve bolesnike ozdravi – | 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, |
| 17 da se ispuni što je rečeno po Izaiji proroku: On slabosti naše uze i boli ponese. | 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. |
| 18 Kad Isus vidje mnoštvo oko sebe, zapovjedi da se prijeđe prijeko. | 18 Ἰδὼν δὲ ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. |
| 19 I pristupi jedan pismoznanac te mu reče: »Učitelju, za tobom ću kamo god ti pošao.« | 19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. |
| 20 Kaže mu Isus: »Lisice imaju jazbine i ptice nebeske gnijezda, a Sin Čovječji nema gdje bi glavu naslonio.« | 20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. |
| 21 Drugi mu od učenika reče: »Gospodine, dopusti mi da prije odem i pokopam svoga oca.« | 21 ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ· κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. |
| 22 Isus mu kaže: »Hajde za mnom i pusti neka mrtvi pokapaju svoje mrtve.« | 22 ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ· ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. |
| 23 Kad uđe u lađu, pođoše za njim njegovi učenici. | 23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. |
| 24 I gle, žestok vihor nasta na moru tako da lađu prekrivahu valovi. A on je spavao. | 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν. |
| 25 Oni pristupiše i probudiše ga govoreći: »Gospodine, spasi, pogibosmo!« | 25 καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες· κύριε, σῶσον, ἀπολλύμεθα. |
| 26 Kaže im: »Što ste plašljivi, malovjerni?« Tada ustade i zaprijeti vjetrovima i moru te nasta velika utiha. | 26 καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. |
| 27 A ljudi su u čudu pitali: »Tko je taj da mu se i vjetrovi i more pokoravaju?« | 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν; |
| 28 I kada dođe prijeko, u gadarski kraj, eto mu u susret dvaju opsjednutih: izlazili su iz grobnica, silno goropadni, te nitko nije mogao proći onim putem. | 28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. |
| 29 I gle, povikaše: »Što ti imaš s nama, Sine Božji? Došao si ovamo prije vremena mučiti nas?« | 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; |
| 30 A podalje od njih paslo je veliko krdo svinja. | 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. |
| 31 Zlodusi ga zaklinjahu: »Ako nas istjeraš, pošalji nas u ovo krdo svinja.« | 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. |
| 32 On im reče: »Idite!« Oni iziđoše i uđoše u svinje. I gle, sve krdo jurnu niz obronak u more i podavi se u vodama. | 32 καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. |
| 33 A svinjari pobjegoše, odoše u grad te razglasiše sve, napose o opsjednutima. | 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. |
| 34 I gle, sav grad iziđe u susret Isusu. Kad ga ugledaše, zamole ga da ode iz njihova kraja. | 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. |