| 1 But as to the times and the seasons, brethren, you have no need to have anything written to you. | 1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, |
| 2 For you yourselves know well that the day of the Lord will come like a thief in the night. | 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. |
| 3 When people say, "There is peace and security," then sudden destruction will come upon them as travail comes upon a woman with child, and there will be no escape. | 3 ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. |
| 4 But you are not in darkness, brethren, for that day to surprise you like a thief. | 4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· |
| 5 For you are all sons of light and sons of the day; we are not of the night or of darkness. | 5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· |
| 6 So then let us not sleep, as others do, but let us keep awake and be sober. | 6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. |
| 7 For those who sleep sleep at night, and those who get drunk are drunk at night. | 7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· |
| 8 But, since we belong to the day, let us be sober, and put on the breastplate of faith and love, and for a helmet the hope of salvation. | 8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· |
| 9 For God has not destined us for wrath, but to obtain salvation through our Lord Jesus Christ, | 9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ |
| 10 who died for us so that whether we wake or sleep we might live with him. | 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. |
| 11 Therefore encourage one another and build one another up, just as you are doing. | 11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. |
| 12 But we beseech you, brethren, to respect those who labor among you and are over you in the Lord and admonish you, | 12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς |
| 13 and to esteem them very highly in love because of their work. Be at peace among yourselves. | 13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. |
| 14 And we exhort you, brethren, admonish the idlers, encourage the fainthearted, help the weak, be patient with them all. | 14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. |
| 15 See that none of you repays evil for evil, but always seek to do good to one another and to all. | 15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας. |
| 16 Rejoice always, | 16 Πάντοτε χαίρετε, |
| 17 pray constantly, | 17 ἀδιαλείπτως προσεύχεσθε, |
| 18 give thanks in all circumstances; for this is the will of God in Christ Jesus for you. | 18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. |
| 19 Do not quench the Spirit, | 19 τὸ πνεῦμα μὴ σβέννυτε, |
| 20 do not despise prophesying, | 20 προφητείας μὴ ἐξουθενεῖτε, |
| 21 but test everything; hold fast what is good, | 21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, |
| 22 abstain from every form of evil. | 22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. |
| 23 May the God of peace himself sanctify you wholly; and may your spirit and soul and body be kept sound and blameless at the coming of our Lord Jesus Christ. | 23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. |
| 24 He who calls you is faithful, and he will do it. | 24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. |
| 25 Brethren, pray for us. | 25 Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν. |
| 26 Greet all the brethren with a holy kiss. | 26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. |
| 27 I adjure you by the Lord that this letter be read to all the brethren. | 27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. |
| 28 The grace of our Lord Jesus Christ be with you. | 28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. |