Scrutatio

Lunedi, 6 maggio 2024 - San Pietro Nolasco ( Letture di oggi)

1 Timothy 4


font
NEW AMERICAN BIBLELXX
1 Now the Spirit explicitly says that in the last times some will turn away from the faith by paying attention to deceitful spirits and demonic instructions1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
2 through the hypocrisy of liars with branded consciences.2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
3 They forbid marriage and require abstinence from foods that God created to be received with thanksgiving by those who believe and know the truth.3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν.
4 For everything created by God is good, and nothing is to be rejected when received with thanksgiving,4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
5 for it is made holy by the invocation of God in prayer.5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6 If you will give these instructions to the brothers, you will be a good minister of Christ Jesus, nourished on the words of the faith and of the sound teaching you have followed.6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·
7 Avoid profane and silly myths. Train yourself for devotion,7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
8 for, while physical training is of limited value, devotion is valuable in every respect, since it holds a promise of life both for the present and for the future.8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
9 This saying is trustworthy and deserves full acceptance.9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
10 For this we toil and struggle, because we have set our hope on the living God, who is the savior of all, especially of those who believe.10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν.
11 Command and teach these things.11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
12 Let no one have contempt for your youth, but set an example for those who believe, in speech, conduct, love, faith, and purity.12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
13 Until I arrive, attend to the reading, exhortation, and teaching.13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
14 Do not neglect the gift you have, which was conferred on you through the prophetic word with the imposition of hands of the presbyterate.14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
15 Be diligent in these matters, be absorbed in them, so that your progress may be evident to everyone.15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.
16 Attend to yourself and to your teaching; persevere in both tasks, for by doing so you will save both yourself and those who listen to you.16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.