Vangelo secondo Matteo - Matthew 22
Confronta con un'altra Bibbia
Cambia Bibbia
| LXX | Revised Standard Version Catholic Edition |
|---|---|
| 1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων· | 1 And again Jesus spoke to them in parables, saying, |
| 2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. | 2 "The kingdom of heaven may be compared to a king who gave a marriage feast for his son, |
| 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. | 3 and sent his servants to call those who were invited to the marriage feast; but they would not come. |
| 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. | 4 Again he sent other servants, saying, 'Tell those who are invited, Behold, I have made ready my dinner, my oxen and my fat calves are killed, and everything is ready; come to the marriage feast.' |
| 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· | 5 But they made light of it and went off, one to his farm, another to his business, |
| 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. | 6 while the rest seized his servants, treated them shamefully, and killed them. |
| 7 ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. | 7 The king was angry, and he sent his troops and destroyed those murderers and burned their city. |
| 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· | 8 Then he said to his servants, 'The wedding is ready, but those invited were not worthy. |
| 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. | 9 Go therefore to the thoroughfares, and invite to the marriage feast as many as you find.' |
| 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. | 10 And those servants went out into the streets and gathered all whom they found, both bad and good; so the wedding hall was filled with guests. |
| 11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, | 11 "But when the king came in to look at the guests, he saw there a man who had no wedding garment; |
| 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. | 12 and he said to him, 'Friend, how did you get in here without a wedding garment?' And he was speechless. |
| 13 τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | 13 Then the king said to the attendants, 'Bind him hand and foot, and cast him into the outer darkness; there men will weep and gnash their teeth.' |
| 14 πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. | 14 For many are called, but few are chosen." |
| 15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. | 15 Then the Pharisees went and took counsel how to entangle him in his talk. |
| 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, | 16 And they sent their disciples to him, along with the Herodi-ans, saying, "Teacher, we know that you are true, and teach the way of God truthfully, and care for no man; for you do not regard the position of men. |
| 17 εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; | 17 Tell us, then, what you think. Is it lawful to pay taxes to Caesar, or not?" |
| 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· τί με πειράζετε, ὑποκριταί; | 18 But Jesus, aware of their malice, said, "Why put me to the test, you hypocrites? |
| 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. | 19 Show me the money for the tax." And they brought him a coin. |
| 20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; | 20 And Jesus said to them, "Whose likeness and inscription is this?" |
| 21 λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. | 21 They said, "Caesars." Then he said to them, "Render therefore to Caesar the things that are Caesars, and to God the things that are Gods." |
| 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν. | 22 When they heard it, they marveled; and they left him and went away. |
| 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν | 23 The same day Sadducees came to him, who say that there is no resurrection; and they asked him a question, |
| 24 λέγοντες· διδάσκαλε, Μωϋσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. | 24 saying, "Teacher, Moses said, 'If a man dies, having no children, his brother must marry the widow, and raise up children for his brother.' |
| 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· | 25 Now there were seven brothers among us; the first married, and died, and having no children left his wife to his brother. |
| 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά. | 26 So too the second and third, down to the seventh. |
| 27 ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή. | 27 After them all, the woman died. |
| 28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν· | 28 In the resurrection, therefore, to which of the seven will she be wife? For they all had her." |
| 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· | 29 But Jesus answered them, "You are wrong, because you know neither the scriptures nor the power of God. |
| 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν. | 30 For in the resurrection they neither marry nor are given in marriage, but are like angels in heaven. |
| 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· | 31 And as for the resurrection of the dead, have you not read what was said to you by God, |
| 32 ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων. | 32 'I am the God of Abraham, and the God of Isaac, and the God of Jacob? He is not God of the dead, but of the living." |
| 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. | 33 And when the crowd heard it, they were astonished at his teaching. |
| 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό, | 34 But when the Pharisees heard that he had silenced the Sadducees, they came together. |
| 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν [νομικὸς] πειράζων αὐτόν· | 35 And one of them, a lawyer, asked him a question, to test him. |
| 36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; | 36 "Teacher, which is the great commandment in the law?" |
| 37 ὁ δὲ ἔφη αὐτῷ· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· | 37 And he said to him, "You shall love the Lord your God with all your heart, and with all your soul, and with all your mind. |
| 38 αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή. | 38 This is the great and first commandment. |
| 39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. | 39 And a second is like it, You shall love your neighbor as yourself. |
| 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται. | 40 On these two commandments depend all the law and the prophets." |
| 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς | 41 Now while the Pharisees were gathered together, Jesus asked them a question, |
| 42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· τοῦ Δαυίδ. | 42 saying, "What do you think of the Christ? Whose son is he?" They said to him, "The son of David." |
| 43 λέγει αὐτοῖς· πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων· | 43 He said to them, "How is it then that David, inspired by the Spirit, calls him Lord, saying, |
| 44 εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου; | 44 'The Lord said to my Lord, Sit at my right hand, till I put thy enemies under thy feet? |
| 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; | 45 If David thus calls him Lord, how is he his son?" |
| 46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. | 46 And no one was able to answer him a word, nor from that day did any one dare to ask him any more questions. |