Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

1 Thessalonians 5


font
DOUAI-RHEIMSLXX
1 But of the times and moments, brethren, you need not, that we should write to you;1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
2 For yourselves know perfectly, that the day of the Lord shall so come, as a thief in the night.2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3 For when they shall say, peace and security; then shall sudden destruction come upon them, as the pains upon her that is with child, and they shall not escape.3 ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 But you, brethren, are not in darkness, that that day should overtake you as a thief.4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
5 For all you are the children of light, and children of the day: we are not of the night, nor of darkness. 6 Therefore, let us not sleep, as others do; but let us watch, and be sober.5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
6 dummy verses inserted by amos6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 For they that sleep, sleep in the night; and they that are drunk, are drunk in the night.7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8 But let us, who are of the day, be sober, having on the breastplate of faith and charity, and for a helmet the hope of salvation.8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9 For God hath not appointed us unto wrath, but unto the purchasing of salvation by our Lord Jesus Christ,9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
10 Who died for us; that, whether we watch or sleep, we may live together with him.10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 For which cause comfort one another; and edify one another, as you also do.11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 And we beseech you, brethren, to know them who labour among you, and are over you in the Lord, and admonish you:12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς
13 That you esteem them more abundantly in charity, for their work's sake. Have peace with them.13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
14 And we beseech you, brethren, rebuke the unquiet, comfort the feeble minded, support the weak, be patient towards all men.14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 See that none render evil for evil to any man; but ever follow that which is good towards each other, and towards all men.15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 Always rejoice.16 Πάντοτε χαίρετε,
17 Pray without ceasing.17 ἀδιαλείπτως προσεύχεσθε,
18 In all things give thanks; for this is the will of God in Christ Jesus concerning you all.18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 Extinguish not the spirit.19 τὸ πνεῦμα μὴ σβέννυτε,
20 Despise not prophecies.20 προφητείας μὴ ἐξουθενεῖτε,
21 But prove all things; hold fast that which is good.21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22 From all appearance of evil refrain yourselves.22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 And may the God of peace himself sanctify you in all things; that your whole spirit, and soul, and body, may be preserved blameless in the coming of our Lord Jesus Christ.23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 He is faithful who hath called you, who also will do it.24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Brethren, pray for us.25 Ἀδελφοί, προσεύχεσθε [καὶ] περὶ ἡμῶν.
26 Salute all the brethren with a holy kiss.26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 I charge you by the Lord, that this epistle be read to all the holy brethren.27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
28 The grace of our Lord Jesus Christ be with you. Amen.28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.