Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Wisdom 8


font
NEW AMERICAN BIBLELXX
1 Indeed, she reaches from end to end mightily and governs all things well.1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς
2 Her I loved and sought after from my youth; I sought to take her for my bride and was enamored of her beauty.2 ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς
3 She adds to nobility the splendor of companionship with God; even the LORD of all loved her.3 εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν
4 For she is instructress in the understanding of God, the selector of his works.4 μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ
5 And if riches be a desirable possession in life, what is more rich than Wisdom, who produces all things?5 εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης
6 And if prudence renders service, who in the world is a better craftsman than she?6 εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις
7 Or if one loves justice, the fruits of her works are virtues; For she teaches moderation and prudence, justice and fortitude, and nothing in life is more useful for men than these.7 καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις
8 Or again, if one yearns for copious learning, she knows the things of old, and infers those yet to come. She understands the turns of phrases and the solutions of riddles; signs and wonders she knows in advance and the outcome of times and ages.8 εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων
9 So I determined to take her to live with me, knowing that she would be my counselor while all was well, and my comfort in care and grief.9 ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης
10 For her sake I should have glory among the masses, and esteem from the elders, though I be but a youth.10 ἕξω δι’ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος
11 I should become keen in judgment, and should be a marvel before rulers.11 ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι
12 They would abide my silence and attend my utterance; and as I spoke on further, they would place their hands upon their mouths.12 σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν
13 For her sake I should have immortality and leave to those after me an everlasting memory.13 ἕξω δι’ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω
14 I should govern peoples, and nations would be my subjects-14 διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι
15 terrible princes, hearing of me, would be afraid; in the assembly I should appear noble, and in war courageous.15 φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος
16 Within my dwelling, I should take my repose beside her; For association with her involves no bitterness and living with her no grief, but rather joy and gladness.16 εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς ἀλλὰ εὐφροσύνην καὶ χαράν
17 Thinking thus within myself, and reflecting in my heart That there is immortality in kinship with Wisdom,17 ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας
18 and good pleasure in her friendship, and unfailing riches in the works of her hands, And that in frequenting her society there is prudence, and fair renown in sharing her discourses, I went about seeking to take her for my own.18 καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν
19 Now, I was a well-favored child, and I came by a noble nature;19 παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς
20 or rather, being noble, I attained an unsullied body.20 μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον
21 And knowing that I could not otherwise possess her except God gave it-- and this, too, was prudence, to know whose is the gift-- I went to the LORD and besought him, and said with all my heart:21 γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δῷ καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου