| 1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. | 1 Dočuli apostoli i braća po Judeji da i pogani primiše riječ Božju | 
| 2 Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς | 2 pa kad Petar uziđe u Jeruzalem, uzeše mu obrezanici prigovarati: | 
| 3 λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. | 3 »Ušao si«, dobacivahu, »k ljudima neobrezanima i jeo s njima!« | 
| 4 Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· | 4 Onda započe Petar te im izloži sve po redu: | 
| 5 ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ. | 5 »Molio sam se«, reče, »u Jopi kadli u zanosu ugledam viđenje: posudu neku poput velika platna, uleknuta s četiri okrajka, gdje silazi s neba i dolazi do mene. | 
| 6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. | 6 Zagledah se, promotrih je i vidjeh četveronošce zemaljske, zvijeri i gmazove te ptice nebeske. | 
| 7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. | 7 Začuh i glas koji mi govoraše: ‘Ustaj, Petre! Kolji i jedi!’ | 
| 8 εἶπον δέ· μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. | 8 Ja odvratih: ‘Nipošto, Gospodine! Ta nikad mi još ništa okaljano ili nečisto ne uđe u usta.’ | 
| 9 ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. | 9 A glas će s neba po drugi put: ‘Što Bog očisti, ti ne zovi nečistim.’ | 
| 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. | 10 To se ponovi do triput, a onda se sve opet povuče na nebo.« | 
| 11 Καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. | 11 »I odmah se, evo, pred kućom u kojoj bijah pojaviše tri čovjeka poslana iz Cezareje k meni. | 
| 12 εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. | 12 A Duh mi reče da pođem s njima ništa ne premišljajući. Sa mnom pođoše i ova šestorica braće te uđosmo u kuću tog čovjeka. | 
| 13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν [τὸν] ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα· ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, | 13 On nam pripovjedi kako je u svojoj kući vidio anđela koji je stao preda nj i rekao: ‘Pošalji u Jopu i dozovi Šimuna nazvanog Petar; | 
| 14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. | 14 on će ti navijestiti riječi po kojima ćeš se spasiti ti i sav dom tvoj.’« | 
| 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. | 15 »I kad počeh govoriti, siđe na njih Duh Sveti kao ono na nas u početku. | 
| 16 ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. | 16 Sjetih se tada riječi Gospodnje: ‘Ivan je’, govoraše on, ‘krstio vodom, a vi ćete biti kršteni Duhom Svetim.’ | 
| 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; | 17 Ako im je dakle Bog dao isti dar kao i nama koji povjerovasmo u Gospodina Isusa Krista, tko sam ja da bih se smio oprijeti Bogu?« | 
| 18 Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες· ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. | 18 Kad su to čuli, umiriše se te stadoše slaviti Boga govoreći: »Dakle i poganima Bog dade obraćenje na život!« | 
| 19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. | 19 Oni dakle što ih rasprši nevolja nastala u povodu Stjepana dopriješe do Fenicije, Cipra i Antiohije, nikomu ne propovijedajući Riječi doli samo Židovima. | 
| 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστὰς εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. | 20 Neki su od njih bili Ciprani i Cirenci. Kad stigoše u Antiohiju, propovijedahu i Grcima navješćujući evanđelje: Gospodina, Isusa. | 
| 21 καὶ ἦν χεὶρ κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. | 21 Ruka Gospodnja bijaše s njima te velik broj ljudi povjerova i obrati se Gospodinu. | 
| 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν καὶ ἐξαπέστειλαν Βαρναβᾶν [διελθεῖν] ἕως Ἀντιοχείας. | 22 Vijest o tome doprije do Crkve u Jeruzalemu pa poslaše Barnabu u Antiohiju. | 
| 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ, | 23 Kad on stiže i vidje milost Božju, obradova se te potaknu sve da u odlučnosti srca ostanu uz Gospodina. | 
| 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. | 24 Ta bijaše to muž čestit, pun Duha Svetoga i vjere. Znatno se mnoštvo prikloni Gospodinu. | 
| 25 Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, | 25 Barnaba se zatim zaputi u Tarz potražiti Savla. | 
| 26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. | 26 Kad ga nađe, odvede ga u Antiohiju. Punu su se godinu dana sastajali u toj Crkvi i poučavali poveće mnoštvo te se u Antiohiji učenici najprije prozvaše kršćanima. | 
| 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. | 27 U one dane dođoše u Antiohiju neki proroci iz Jeruzalema. | 
| 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην, ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. | 28 Jedan od njih, imenom Agab, usta i po Duhu pretkaza da će uskoro nastati velika glad po svem svijetu. Ona i nasta za Klaudija. | 
| 29 τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· | 29 Stoga će svatko od učenika, odlučiše, koliko smogne poslati da se posluži braći u Judeji. | 
| 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. | 30 To i učiniše te poslaše starješinama po Barnabi i Savlu. |