| 1 εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρθῶς ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου | 1 For they reasoned unsoundly, saying to themselves, "Short and sorrowful is our life, and there is no remedy when a man comes to his end, and no one has been known to return from Hades. |
| 2 ὅτι αὐτοσχεδίως ἐγενήθημεν καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν | 2 Because we were born by mere chance, and hereafter we shall be as though we had never been; because the breath in our nostrils is smoke, and reason is a spark kindled by the beating of our hearts. |
| 3 οὗ σβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα καὶ τὸ πνεῦμα διαχυθήσεται ὡς χαῦνος ἀήρ | 3 When it is extinguished, the body will turn to ashes, and the spirit will dissolve like empty air. |
| 4 καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνῳ καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα | 4 Our name will be forgotten in time and no one will remember our works; our life will pass away like the traces of a cloud, and be scattered like mist that is chased by the rays of the sun and overcome by its heat. |
| 5 σκιᾶς γὰρ πάροδος ὁ καιρὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν ὅτι κατεσφραγίσθη καὶ οὐδεὶς ἀναστρέφει | 5 For our allotted time is the passing of a shadow, and there is no return from our death, because it is sealed up and no one turns back. |
| 6 δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν καὶ χρησώμεθα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως 7οἴνου πολυτελοῦς καὶ μύρων πλησθῶμεν καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἔαρος | 6 "Come, therefore, let us enjoy the good things that exist, and make use of the creation to the full as in youth. |
| 7 οι φοβουμενοι τον κυριον αναμεινατε το ελεος αυτου και μη εκκλινητε ινα μη πεσητε | 7 Let us take our fill of costly wine and perfumes, and let no flower of spring pass by us. |
| 8 στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι | 8 Let us crown ourselves with rosebuds before they wither. |
| 9 μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος | 9 Let none of us fail to share in our revelry, everywhere let us leave signs of enjoyment, because this is our portion, and this our lot. |
| 10 καταδυναστεύσωμεν πένητα δίκαιον μὴ φεισώμεθα χήρας μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους | 10 Let us oppress the righteous poor man; let us not spare the widow nor regard the gray hairs of the aged. |
| 11 ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται | 11 But let our might be our law of right, for what is weak proves itself to be useless. |
| 12 ἐνεδρεύσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν | 12 "Let us lie in wait for the righteous man, because he is inconvenient to us and opposes our actions; he reproaches us for sins against the law, and accuses us of sins against our training. |
| 13 ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει | 13 He professes to have knowledge of God, and calls himself a child of the Lord. |
| 14 ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος | 14 He became to us a reproof of our thoughts; |
| 15 ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ | 15 the very sight of him is a burden to us, because his manner of life is unlike that of others, and his ways are strange. |
| 16 εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα θεόν | 16 We are considered by him as something base, and he avoids our ways as unclean; he calls the last end of the righteous happy, and boasts that God is his father. |
| 17 ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ | 17 Let us see if his words are true, and let us test what will happen at the end of his life; |
| 18 εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς θεοῦ ἀντιλήμψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων | 18 for if the righteous man is God's son, he will help him, and will deliver him from the hand of his adversaries. |
| 19 ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ | 19 Let us test him with insult and torture, that we may find out how gentle he is, and make trial of his forbearance. |
| 20 θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ | 20 Let us condemn him to a shameful death, for, according to what he says, he will be protected." |
| 21 ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν | 21 Thus they reasoned, but they were led astray, for their wickedness blinded them, |
| 22 καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων | 22 and they did not know the secret purposes of God, nor hope for the wages of holiness, nor discern the prize for blameless souls; |
| 23 ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπ’ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν | 23 for God created man for incorruption, and made him in the image of his own eternity, |
| 24 φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες | 24 but through the devil's envy death entered the world, and those who belong to his party experience it. |