1 Stoga, braćo moja ljubljena i željkovana, radosti moja i vijenče moj, tako – čvrsto stojte u Gospodinu. | 1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. |
2 Evodiju zaklinjem, i Sintihu zaklinjem da budu složne u Gospodinu. | 2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. |
3 Da, molim i tebe, čestiti druže, pomaži im jer su se one u evanđelju borile zajedno sa mnom, i s Klementom i ostalim mojim suradnicima, kojih su imena u knjizi Života. | 3 ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. |
4 Radujte se u Gospodinu uvijek! Ponavljam: radujte se! | 4 Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. |
5 Blagost vaša neka je znana svim ljudima! Gospodin je blizu! | 5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς. |
6 Ne budite zabrinuti ni za što, nego u svemu – molitvom i prošnjom, sa zahvaljivanjem – očitujte svoje molbe Bogu. | 6 μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν. |
7 I mir Božji koji je iznad svakog razuma čuvat će srca vaša i vaše misli u Kristu Isusu. | 7 καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. |
8 Uostalom, braćo, što je god istinito, što god časno, što god pravedno, što god čisto, što god ljubazno, što god hvalevrijedno; je li što krepost, je li što pohvala – to nek vam je na srcu! | 8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· |
9 Što ste naučili, i primili, i čuli, i vidjeli na meni – to činite i Bog mira bit će s vama! | 9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν. |
10 Uvelike se obradovah u Gospodinu što ste napokon procvali te mislite na me; mislili ste i prije, ali niste imali prigode. | 10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. |
11 Govorim to ne zbog oskudice, ta naučen sam u svakoj prigodi biti zadovoljan. | 11 οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. |
12 Znam i oskudijevati, znam i obilovati! Na sve sam i na svašta navikao: i sit biti i gladovati, i obilovati i oskudijevati. | 12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· |
13 Sve mogu u Onome koji me jača! | 13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. |
14 Ipak, lijepo je od vas što sa mnom podijeliste moju nevolju. | 14 Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. |
15 A i vi, Filipljani, znate: u početku evanđelja, kad otputovah iz Makedonije, nijedna mi se Crkva nije pridružila u pogledu izdataka i primitaka, doli vi jedini. | 15 οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι, |
16 Čak ste mi i u Solun i jednom, i dvaput, za potrebe poslali. | 16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. |
17 Ne, ne tražim dara; tražim samo plod izobilan u vašu korist. | 17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. |
18 Imam svega i u izobilju; namiren sam otkad po Epafroditu primih ono od vas, miris ugodan, žrtvu milu, ugodnu Bogu. | 18 ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. |
19 A Bog moj ispunit će svaku vašu potrebu po bogatstvu svome, veličanstveno, u Kristu Isusu. | 19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. |
20 Bogu pak, Ocu našemu, slava u vijeke vjekova! Amen. | 20 τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. |
21 Pozdravite svakoga svetog u Kristu Isusu. Pozdravljaju vas braća koja su sa mnom. | 21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. |
22 Pozdravljaju vas svi sveti, ponajpače oni iz careva dvora. | 22 ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. |
23 Milost Gospodina Isusa Krista s duhom vašim! | 23 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. |