Scrutatio

Lunedi, 29 aprile 2024 - Santa Caterina da Siena ( Letture di oggi)

Wisdom 12


font
NEW JERUSALEMGREEK BIBLE
1 For your imperishable spirit is in everything!1 τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν
2 And thus, gradual y, you correct those who offend; you admonish and remind them of how they havesinned, so that they may abstain from evil and trust in you, Lord.2 διὸ τοὺς παραπίπτοντας κατ’ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουθετεῖς ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ κύριε
3 The ancient inhabitants of your holy land3 καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τῆς ἁγίας σου γῆς
4 you hated for their loathsome practices, their acts of sorcery, and unholy rites.4 μισήσας ἐπὶ τῷ ἔχθιστα πράσσειν ἔργα φαρμακειῶν καὶ τελετὰς ἀνοσίους
5 Those ruthless murderers of children, those eaters of entrails at feasts of human flesh and of blood,those initiates of secret brotherhoods,5 τέκνων τε φονὰς ἀνελεήμονας καὶ σπλαγχνοφάγον ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος ἐκ μέσου μύστας θιάσου
6 those murderous parents of defenceless beings, you determined to destroy at our ancestors' hands,6 καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν
7 so that this land, dearer to you than any other, might receive a worthy colony of God's children.7 ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ 8ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν 9οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ’ ἓν ἐκτρῖψαι
8 Even so, since these were human, you treated them leniently, sending hornets as forerunners of yourarmy, to exterminate them little by little.8 ουκ εκδικηθησεται εν αγαθοις ο φιλος και ου κρυβησεται εν κακοις ο εχθρος
9 Not that you were unable to hand the godless over to the upright in pitched battle or destroy them atonce by savage beasts or one harsh word;9 εν αγαθοις ανδρος οι εχθροι αυτου εν λυπη και εν τοις κακοις αυτου και ο φιλος διαχωρισθησεται
10 but, by carrying out your sentences gradual y, you gave them a chance to repent, although you knewthat they were inherently evil, innately wicked,10 κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα
11 and fixed in their cast of mind; for they were a race accursed from the beginning. Nor was it from aweof anyone that you let their sins go unpunished.11 σπέρμα γὰρ ἦν κατηραμένον ἀπ’ ἀρχῆς οὐδὲ εὐλαβούμενός τινα ἐφ’ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους
12 For who is there to ask, 'What have you done?' Or who is there to disagree with your sentence? Whoto arraign you for destroying nations which you have created? Who to confront you by championing the wicked?12 τίς γὰρ ἐρεῖ τί ἐποίησας ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων
13 For there is no god, other than you, who cares for every one, to whom you have to prove that yoursentences have been just.13 οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ ᾧ μέλει περὶ πάντων ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας
14 No more could any king or despot chal enge you over those whom you have punished.14 οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἐκόλασας
15 For, being upright yourself, you rule the universe uprightly, and hold it as incompatible with yourpower to condemn anyone who has not deserved to be punished.15 δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως
16 For your strength is the basis of your saving justice, and your sovereignty over al makes you lenientto al .16 ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαί σε ποιεῖ
17 You show your strength when people will not believe in your absolute power, and you confound anyinsolence in those who do know it.17 ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις
18 But you, control ing your strength, are mild in judgement, and govern us with great lenience, for youhave only to wil , and your power is there.18 σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι
19 By acting thus, you have taught your people that the upright must be kindly to his fel ows, and youhave given your children the good hope that after sins you wil grant repentance.19 ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν
20 For, if with such care and indulgence you have punished your children's enemies, though doomed todeath, and have given them time and place to be rid of their wickedness,20 εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως δοὺς χρόνους καὶ τόπον δι’ ὧν ἀπαλλαγῶσι τῆς κακίας
21 with what exact attention have you not judged your children, to whose ancestors, by oaths andcovenants, you made such generous promises?21 μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων
22 Thus, you instruct us, when you punish our enemies in moderation, that we should reflect on yourkindness when we judge, and, when we are judged, we should look for mercy.22 ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος
23 And this is why people leading foolish and wicked lives were tortured by you with their ownabominations;23 ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκως διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων
24 for they had strayed too far on the paths of error by taking the vilest and most despicable of animalsfor gods, being deluded like sil y little children.24 καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀφρόνων ψευσθέντες
25 So, as to children with no sense, you gave them a sentence making fools of them.25 διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας
26 Those, however, who would not take warning from a mocking reproof were soon to endure asentence worthy of God.26 οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν θεοῦ κρίσιν πειράσουσιν
27 The creatures that made them suffer and against which they protested, those very creatures that theyhad taken for gods and by which they were punished they saw in their true light; and he whom hitherto they hadrefused to know, they realised was true God. And this is why the final condemnation fell on them.27 ἐφ’ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς ἐν αὐτοῖς κολαζόμενοι ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι θεὸν ἐπέγνωσαν ἀληθῆ διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ’ αὐτοὺς ἐπῆλθεν