Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Seconda lettera di Pietro - 2 Peter 3


font
GREEK BIBLELXX
1 Δευτεραν ηδη ταυτην την επιστολην σας γραφω, αγαπητοι, με τας οποιας διεγειρω δι' υπενθυμισεως την ειλικρινη σας διανοιαν,1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολὴν ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν
2 δια να ενθυμηθητε τους λογους τους προλαληθεντας υπο των αγιων προφητων και την παραγγελιαν ημων των αποστολων του Κυριου και Σωτηρος?2 μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος.
3 τουτο πρωτον γνωριζοντες, οτι θελουσιν ελθει εν ταις εσχαταις ημεραις εμπαικται, περιπατουντες κατα τας ιδιας αυτων επιθυμιας3 τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
4 και λεγοντες? Που ειναι η υποσχεσις της παρουσιας αυτου; διοτι αφ' ης ημερας οι πατερες εκοιμηθησαν, τα παντα διαμενουσιν ουτως απ' αρχης της κτισεως.4 καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ’ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως.
5 Διοτι εκουσιως αγνοουσι τουτο, οτι με τον λογον του Θεου οι ουρανοι εγειναν εκπαλαι και η γη συνεστωσα εξ υδατος και δι' υδατος,5 λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ
6 δια των οποιων ο τοτε κοσμος απωλεσθη κατακλυσθεις υπο του υδατος?6 δι’ ὃν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
7 οι δε σημερινοι ουρανοι και η γη δια του αυτου λογου ειναι αποτεταμιευμενοι, φυλαττομενοι δια το πυρ εις την ημεραν της κρισεως και της απωλειας των ασεβων ανθρωπων.7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8 Εν δε τουτο ας μη σας λανθανη, αγαπητοι, οτι παρα Κυριω μια ημερα ειναι ως χιλια ετη και χιλια ετη ως ημερα μια.8 Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
9 Δεν βραδυνει ο Κυριος την υποσχεσιν αυτου, ως τινες λογιζονται τουτο βραδυτητα, αλλα μακροθυμει εις ημας, μη θελων να απολεσθωσι τινες, αλλα παντες να ελθωσιν εις μετανοιαν.9 οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
10 Θελει δε ελθει η ημερα του Κυριου ως κλεπτης εν νυκτι, καθ' ην οι ουρανοι θελουσι παρελθει με συριγμον, τα στοιχεια δε πυρακτουμενα θελουσι διαλυθη, και η γη και τα εν αυτη εργα θελουσι κατακαη.10 Ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα οὐχ εὑρεθήσεται.
11 Επειδη λοιπον παντα ταυτα διαλυονται, οποιοι πρεπει να ησθε σεις εις πολιτευμα αγιον και ευσεβειαν,11 Τούτων οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις
12 προσμενοντες και σπευδοντες εις την παρουσιαν της ημερας του Θεου, καθ' ην οι ουρανοι πυρουμενοι θελουσι διαλυθη και τα στοιχεια πυρακτουμενα θελουσι χωνευθη;12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται.
13 Κατα δε την υποσχεσιν αυτου νεους ουρανους και νεαν γην προσμενομεν, εν οις δικαιοσυνη κατοικει.13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Δια τουτο, αγαπητοι, ταυτα προσμενοντες, σπουδασατε να ευρεθητε ασπιλοι και αμωμητοι ενωπιον αυτου εν ειρηνη,14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ
15 και νομιζετε σωτηριαν την μακροθυμιαν του Κυριου ημων, καθως και ο αγαπητος ημων αδελφος Παυλος εγραψε προς εσας κατα την δοθεισαν εις αυτον σοφιαν,15 καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν,
16 ως και εν πασαις ταις επιστολαις αυτου, λαλων εν αυταις περι τουτων, μεταξυ των οποιων ειναι τινα δυσνοητα, τα οποια οι αμαθεις και αστηρικτοι στρεβλονουσιν, ως και τας λοιπας γραφας προς την ιδιαν αυτων απωλειαν.16 ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων ἐν αἷς ἐστιν δυσνόητά τινα ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλώσουσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
17 Σεις λοιπον, αγαπητοι, προγνωριζοντες ταυτα φυλαττεσθε, δια να μη παρασυρθητε με την πλανην των ανομων και εκπεσητε απο τον στηριγμον σας,17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
18 αυξανεσθε δε εις την χαριν και εις την γνωσιν του Κυριου ημων και Σωτηρος Ιησου Χριστου? εις αυτον εστω η δοξα και νυν και εις ημεραν αιωνος? αμην.18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος.