Scrutatio

Thursday, 20 June 2024 - San Ettore ( Letture di oggi)

ΜΑΚΚΑΒΑΙΩΝ Α´ - 1 Maccabei - Maccabees I 1


font

1και εγενετο μετα το παταξαι αλεξανδρον τον φιλιππου μακεδονα ος εξηλθεν εκ γης χεττιιμ και επαταξεν τον δαρειον βασιλεα περσων και μηδων και εβασιλευσεν αντ' αυτου προτερον επι την ελλαδα2και συνεστησατο πολεμους πολλους και εκρατησεν οχυρωματων και εσφαξεν βασιλεις της γης3και διηλθεν εως ακρων της γης και ελαβεν σκυλα πληθους εθνων και ησυχασεν η γη ενωπιον αυτου και υψωθη και επηρθη η καρδια αυτου4και συνηξεν δυναμιν ισχυραν σφοδρα και ηρξεν χωρων εθνων και τυραννων και εγενοντο αυτω εις φορον5και μετα ταυτα επεσεν επι την κοιτην και εγνω οτι αποθνησκει6και εκαλεσεν τους παιδας αυτου τους ενδοξους τους συνεκτροφους αυτου εκ νεοτητος και διειλεν αυτοις την βασιλειαν αυτου ετι αυτου ζωντος7και εβασιλευσεν αλεξανδρος ετη δωδεκα και απεθανεν8και επεκρατησαν οι παιδες αυτου εκαστος εν τω τοπω αυτου9και επεθεντο παντες διαδηματα μετα το αποθανειν αυτον και οι υιοι αυτων οπισω αυτων ετη πολλα και επληθυναν κακα εν τη γη10και εξηλθεν εξ αυτων ριζα αμαρτωλος αντιοχος επιφανης υιος αντιοχου του βασιλεως ος ην ομηρα εν ρωμη και εβασιλευσεν εν ετει εκατοστω και τριακοστω και εβδομω βασιλειας ελληνων11εν ταις ημεραις εκειναις εξηλθον εξ ισραηλ υιοι παρανομοι και ανεπεισαν πολλους λεγοντες πορευθωμεν και διαθωμεθα διαθηκην μετα των εθνων των κυκλω ημων οτι αφ' ης εχωρισθημεν απ' αυτων ευρεν ημας κακα πολλα12και ηγαθυνθη ο λογος εν οφθαλμοις αυτων13και προεθυμηθησαν τινες απο του λαου και επορευθησαν προς τον βασιλεα και εδωκεν αυτοις εξουσιαν ποιησαι τα δικαιωματα των εθνων14και ωκοδομησαν γυμνασιον εν ιεροσολυμοις κατα τα νομιμα των εθνων15και εποιησαν εαυτοις ακροβυστιας και απεστησαν απο διαθηκης αγιας και εζευγισθησαν τοις εθνεσιν και επραθησαν του ποιησαι το πονηρον16και ητοιμασθη η βασιλεια ενωπιον αντιοχου και υπελαβεν βασιλευσαι γης αιγυπτου οπως βασιλευση επι τας δυο βασιλειας17και εισηλθεν εις αιγυπτον εν οχλω βαρει εν αρμασιν και ελεφασιν και εν ιππευσιν και εν στολω μεγαλω18και συνεστησατο πολεμον προς πτολεμαιον βασιλεα αιγυπτου και ενετραπη πτολεμαιος απο προσωπου αυτου και εφυγεν και επεσον τραυματιαι πολλοι19και κατελαβοντο τας πολεις τας οχυρας εν γη αιγυπτω και ελαβεν τα σκυλα γης αιγυπτου20και επεστρεψεν αντιοχος μετα το παταξαι αιγυπτον εν τω εκατοστω και τεσσαρακοστω και τριτω ετει και ανεβη επι ισραηλ και ανεβη εις ιεροσολυμα εν οχλω βαρει21και εισηλθεν εις το αγιασμα εν υπερηφανια και ελαβεν το θυσιαστηριον το χρυσουν και την λυχνιαν του φωτος και παντα τα σκευη αυτης22και την τραπεζαν της προθεσεως και τα σπονδεια και τας φιαλας και τας θυισκας τας χρυσας και το καταπετασμα και τους στεφανους και τον κοσμον τον χρυσουν τον κατα προσωπον του ναου και ελεπισεν παντα23και ελαβεν το αργυριον και το χρυσιον και τα σκευη τα επιθυμητα και ελαβεν τους θησαυρους τους αποκρυφους ους ευρεν24και λαβων παντα απηλθεν εις την γην αυτου και εποιησεν φονοκτονιαν και ελαλησεν υπερηφανιαν μεγαλην25και εγενετο πενθος μεγα επι ισραηλ εν παντι τοπω αυτων26και εστεναξαν αρχοντες και πρεσβυτεροι παρθενοι και νεανισκοι ησθενησαν και το καλλος των γυναικων ηλλοιωθη27πας νυμφιος ανελαβεν θρηνον και καθημενη εν παστω επενθει28και εσεισθη η γη επι τους κατοικουντας αυτην και πας ο οικος ιακωβ ενεδυσατο αισχυνην29μετα δυο ετη ημερων απεστειλεν ο βασιλευς αρχοντα φορολογιας εις τας πολεις ιουδα και ηλθεν εις ιερουσαλημ εν οχλω βαρει30και ελαλησεν αυτοις λογους ειρηνικους εν δολω και ενεπιστευσαν αυτω και επεπεσεν επι την πολιν εξαπινα και επαταξεν αυτην πληγην μεγαλην και απωλεσεν λαον πολυν εξ ισραηλ31και ελαβεν τα σκυλα της πολεως και ενεπρησεν αυτην πυρι και καθειλεν τους οικους αυτης και τα τειχη κυκλω32και ηχμαλωτισαν τας γυναικας και τα τεκνα και τα κτηνη εκληρονομησαν33και ωκοδομησαν την πολιν δαυιδ τειχει μεγαλω και οχυρω πυργοις οχυροις και εγενετο αυτοις εις ακραν34και εθηκαν εκει εθνος αμαρτωλον ανδρας παρανομους και ενισχυσαν εν αυτη35και παρεθεντο οπλα και τροφην και συναγαγοντες τα σκυλα ιερουσαλημ απεθεντο εκει και εγενοντο εις μεγαλην παγιδα36και εγενετο εις ενεδρον τω αγιασματι και εις διαβολον πονηρον τω ισραηλ δια παντος37και εξεχεαν αιμα αθωον κυκλω του αγιασματος και εμολυναν το αγιασμα38και εφυγον οι κατοικοι ιερουσαλημ δι' αυτους και εγενετο κατοικια αλλοτριων και εγενετο αλλοτρια τοις γενημασιν αυτης και τα τεκνα αυτης εγκατελιπον αυτην39το αγιασμα αυτης ηρημωθη ως ερημος αι εορται αυτης εστραφησαν εις πενθος τα σαββατα αυτης εις ονειδισμον η τιμη αυτης εις εξουδενωσιν40κατα την δοξαν αυτης επληθυνθη η ατιμια αυτης και το υψος αυτης εστραφη εις πενθος41και εγραψεν ο βασιλευς παση τη βασιλεια αυτου ειναι παντας εις λαον ενα42και εγκαταλιπειν εκαστον τα νομιμα αυτου και επεδεξαντο παντα τα εθνη κατα τον λογον του βασιλεως43και πολλοι απο ισραηλ ευδοκησαν τη λατρεια αυτου και εθυσαν τοις ειδωλοις και εβεβηλωσαν το σαββατον44και απεστειλεν ο βασιλευς βιβλια εν χειρι αγγελων εις ιερουσαλημ και τας πολεις ιουδα πορευθηναι οπισω νομιμων αλλοτριων της γης45και κωλυσαι ολοκαυτωματα και θυσιαν και σπονδην εκ του αγιασματος και βεβηλωσαι σαββατα και εορτας46και μιαναι αγιασμα και αγιους47οικοδομησαι βωμους και τεμενη και ειδωλια και θυειν υεια και κτηνη κοινα48και αφιεναι τους υιους αυτων απεριτμητους βδελυξαι τας ψυχας αυτων εν παντι ακαθαρτω και βεβηλωσει49ωστε επιλαθεσθαι του νομου και αλλαξαι παντα τα δικαιωματα50και ος αν μη ποιηση κατα τον λογον του βασιλεως αποθανειται51κατα παντας τους λογους τουτους εγραψεν παση τη βασιλεια αυτου και εποιησεν επισκοπους επι παντα τον λαον και ενετειλατο ταις πολεσιν ιουδα θυσιαζειν κατα πολιν και πολιν52και συνηθροισθησαν απο του λαου πολλοι προς αυτους πας ο εγκαταλειπων τον νομον και εποιησαν κακα εν τη γη53και εθεντο τον ισραηλ εν κρυφοις εν παντι φυγαδευτηριω αυτων54και τη πεντεκαιδεκατη ημερα χασελευ τω πεμπτω και τεσσαρακοστω και εκατοστω ετει ωκοδομησεν βδελυγμα ερημωσεως επι το θυσιαστηριον και εν πολεσιν ιουδα κυκλω ωκοδομησαν βωμους55και επι των θυρων των οικιων και εν ταις πλατειαις εθυμιων56και τα βιβλια του νομου α ευρον ενεπυρισαν εν πυρι κατασχισαντες57και οπου ευρισκετο παρα τινι βιβλιον διαθηκης και ει τις συνευδοκει τω νομω το συγκριμα του βασιλεως εθανατου αυτον58εν ισχυι αυτων εποιουν τω ισραηλ τοις ευρισκομενοις εν παντι μηνι και μηνι εν ταις πολεσιν59και τη πεμπτη και εικαδι του μηνος θυσιαζοντες επι τον βωμον ος ην επι του θυσιαστηριου60και τας γυναικας τας περιτετμηκυιας τα τεκνα αυτων εθανατωσαν κατα το προσταγμα61και εκρεμασαν τα βρεφη εκ των τραχηλων αυτων και τους οικους αυτων και τους περιτετμηκοτας αυτους62και πολλοι εν ισραηλ εκραταιωθησαν και ωχυρωθησαν εν αυτοις του μη φαγειν κοινα63και επεδεξαντο αποθανειν ινα μη μιανθωσιν τοις βρωμασιν και μη βεβηλωσωσιν διαθηκην αγιαν και απεθανον64και εγενετο οργη μεγαλη επι ισραηλ σφοδρα