Scrutatio

Friday, 21 June 2024 - San Luigi Gonzaga ( Letture di oggi)

ΤΩΒΙΤ - Tobia - Tobit 1


font

1βιβλος λογων τωβιτ του τωβιηλ του ανανιηλ του αδουηλ του γαβαηλ εκ του σπερματος ασιηλ εκ της φυλης νεφθαλιμ2ος ηχμαλωτευθη εν ημεραις ενεμεσσαρου του βασιλεως ασσυριων εκ θισβης η εστιν εκ δεξιων κυδιως της νεφθαλιμ εν τη γαλιλαια υπερανω ασηρ3εγω τωβιτ οδοις αληθειας επορευομην και δικαιοσυνης πασας τας ημερας της ζωης μου και ελεημοσυνας πολλας εποιησα τοις αδελφοις μου και τω εθνει τοις συμπορευθεισιν μετ' εμου εις χωραν ασσυριων εις νινευη4και οτε ημην εν τη χωρα μου εν τη γη ισραηλ νεωτερου μου οντος πασα φυλη του νεφθαλιμ του πατρος μου απεστη απο του οικου ιεροσολυμων της εκλεγεισης απο πασων των φυλων ισραηλ εις το θυσιαζειν πασας τας φυλας και ηγιασθη ο ναος της κατασκηνωσεως του υψιστου και ωκοδομηθη εις πασας τας γενεας του αιωνος5και πασαι αι φυλαι αι συναποστασαι εθυον τη βααλ τη δαμαλει και ο οικος νεφθαλιμ του πατρος μου6καγω μονος επορευομην πλεονακις εις ιεροσολυμα εν ταις εορταις καθως γεγραπται παντι τω ισραηλ εν προσταγματι αιωνιω τας απαρχας και τας δεκατας των γενηματων και τας πρωτοκουριας εχων7και εδιδουν αυτας τοις ιερευσιν τοις υιοις ααρων προς το θυσιαστηριον παντων των γενηματων την δεκατην εδιδουν τοις υιοις λευι τοις θεραπευουσιν εν ιερουσαλημ και την δευτεραν δεκατην απεπρατιζομην και επορευομην και εδαπανων αυτα εν ιεροσολυμοις καθ' εκαστον ενιαυτον8και την τριτην εδιδουν οις καθηκει καθως ενετειλατο δεββωρα η μητηρ του πατρος μου διοτι ορφανος κατελειφθην υπο του πατρος μου9και οτε εγενομην ανηρ ελαβον ανναν γυναικα εκ του σπερματος της πατριας ημων και εγεννησα εξ αυτης τωβιαν10και οτε ηχμαλωτισθην εις νινευη παντες οι αδελφοι μου και οι εκ του γενους μου ησθιον εκ των αρτων των εθνων11εγω δε συνετηρησα την ψυχην μου μη φαγειν12καθοτι εμεμνημην του θεου εν ολη τη ψυχη μου13και εδωκεν ο υψιστος χαριν και μορφην ενωπιον ενεμεσσαρου και ημην αυτου αγοραστης14και επορευομην εις την μηδιαν και παρεθεμην γαβαηλω τω αδελφω γαβρια εν ραγοις της μηδιας αργυριου ταλαντα δεκα15και οτε απεθανεν ενεμεσσαρος εβασιλευσεν σενναχηριμ ο υιος αυτου αντ' αυτου και αι οδοι αυτου ηκαταστατησαν και ουκετι ηδυνασθην πορευθηναι εις την μηδιαν16και εν ταις ημεραις ενεμεσσαρου ελεημοσυνας πολλας εποιουν τοις αδελφοις μου17τους αρτους μου εδιδουν τοις πεινωσιν και τα ιματια μου τοις γυμνοις και ει τινα εκ του γενους μου εθεωρουν τεθνηκοτα και ερριμμενον οπισω του τειχους νινευη εθαπτον αυτον18και ει τινα απεκτεινεν σενναχηριμ ο βασιλευς οτε ηλθεν φευγων εκ της ιουδαιας εθαψα αυτους κλεπτων πολλους γαρ απεκτεινεν εν τω θυμω αυτου και εζητηθη υπο του βασιλεως τα σωματα και ουχ ευρεθη19πορευθεις δε εις των εν νινευη υπεδειξε τω βασιλει περι εμου οτι θαπτω αυτους και εκρυβην επιγνους δε οτι ζητουμαι αποθανειν φοβηθεις ανεχωρησα20και διηρπαγη παντα τα υπαρχοντα μου και ου κατελειφθη μοι ουδεν πλην αννας της γυναικος μου και τωβιου του υιου μου21και ου διηλθον ημεραι πεντηκοντα εως ου απεκτειναν αυτον οι δυο υιοι αυτου και εφυγον εις τα ορη αραρατ και εβασιλευσεν σαχερδονος ο υιος αυτου αντ' αυτου και εταξεν αχιαχαρον τον αναηλ υιον του αδελφου μου επι πασαν την εκλογιστιαν της βασιλειας αυτου και επι πασαν την διοικησιν22και ηξιωσεν αχιαχαρος περι εμου και ηλθον εις νινευη αχιαχαρος δε ην ο οινοχοος και επι του δακτυλιου και διοικητης και εκλογιστης και κατεστησεν αυτον ο σαχερδονος εκ δευτερας ην δε εξαδελφος μου