Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Prima lettera a Timoteo - 1 Timothy 2


font
GREEK BIBLELXX
1 Παρακαλω λοιπον πρωτον παντων να καμνητε δεησεις, προσευχας, παρακλησεις, ευχαριστιας υπερ παντων ανθρωπων,1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις προσευχὰς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων,
2 υπερ βασιλεων και παντων των οντων εν αξιωμασι, δια να διαγωμεν βιον αταραχον και ησυχιον εν παση ευσεβεια και σεμνοτητι.2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 Διοτι τουτο ειναι καλον και ευπροσδεκτον ενωπιον του σωτηρος ημων Θεου,3 τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 οστις θελει να σωθωσι παντες οι ανθρωποι και να ελθωσιν εις επιγνωσιν της αληθειας.4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 Διοτι ειναι εις Θεος, εις και μεσιτης Θεου και ανθρωπων, ανθρωπος Ιησους Χριστος,5 Εἷς γὰρ θεός,
εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων,
ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6 οστις εδωκεν εαυτον αντιλυτρον υπερ παντων, μαρτυριαν γενομενην εν ωρισμενοις καιροις,6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων,
τὸ μαρτύριον καιροῖς ἰδίοις.
7 εις το οποιον εταχθην εγω κηρυξ και αποστολος, αληθειαν λεγω εν Χριστω, δεν ψευδομαι, διδασκαλος των εθνων εις την πιστιν και εις την αληθειαν.7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 Θελω λοιπον να προσευχωνται οι ανδρες εν παντι τοπω, υψονοντες καθαρας χειρας χωρις οργης και δισταγμου.8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
9 Ωσαυτως και αι γυναικες με στολην σεμνην, με αιδω και σωφροσυνην να στολιζωσιν εαυτας, ουχι με πλεγματα η χρυσον η μαργαριτας η ενδυμασιαν πολυτελη,9 Ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
10 αλλα το οποιον πρεπει εις γυναικας επαγγελλομενας θεοσεβειαν, με εργα αγαθα.10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν.
11 Η γυνη ας μανθανη εν ησυχια μετα πασης υποταγης?11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
12 εις γυναικα ομως δεν συγχωρω να διδασκη, μηδε να αυθεντευη επι του ανδρος, αλλα να ησυχαζη.12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.
13 Διοτι ο Αδαμ πρωτος επλασθη, επειτα η Ευα?13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα.
14 και ο Αδαμ δεν ηπατηθη, αλλ' η γυνη απατηθεισα εγεινε παραβατις?14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν·
15 θελει ομως σωθη δια της τεκνογονιας, εαν μεινωσιν εις την πιστιν και αγαπην και αγιασμον μετα σωφροσυνης.15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης·