Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Atti degli Apostoli - Acts 28


font
GREEK BIBLELXX
1 Και αφου διεσωθησαν, τοτε εγνωρισαν οτι η νησος ονομαζεται Μελιτη.1 Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται.
2 Οι δε βαρβαροι εδειξαν εις ημας ου την τυχουσαν φιλανθρωπιαν? διοτι αναψαντες πυραν, υπεδεχθησαν παντας ημας δια την επικειμενην βροχην και δια το ψυχος.2 οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
3 Οτε δε ο Παυλος, συσσωρευσας πληθος φρυγανων, εβαλεν επι την πυραν, εχιδνα εξελθουσα εκ της θερμοτητος προσεκολληθη εις την χειρα αυτου.3 Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ.
4 Ως δε ειδον οι βαρβαροι το θηριον κρεμαμενον εκ της χειρος αυτου, ελεγον προς αλληλους? Βεβαιως φονευς ειναι ο ανθρωπος ουτος, τον οποιον διασωθεντα εκ της θαλασσης η θεια δικη δεν αφηκε να ζη.4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
5 Και αυτος μεν απετιναξε το θηριον εις το πυρ και δεν επαθεν ουδεν κακον?5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν,
6 εκεινοι δε επροσμενον οτι εμελλε να πρησθη η εξαιφνης να πεση κατω νεκρος. Αφου ομως επροσμενον πολλην ωραν και εβλεπον οτι ουδεν κακον εγινετο εις αυτον, μεταβαλοντες στοχασμον ελεγον οτι ειναι Θεος.6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
7 Εις τα περιξ δε του τοπου εκεινου ησαν κτηματα του πρωτου της νησου ονομαζομενου Ποπλιου, οστις αναδεχθεις ημας, εξενισε φιλοφρονως τρεις ημερας.7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
8 Συνεβη δε να ηναι κατακειτος ο πατηρ του Ποπλιου, πασχων πυρετον και δυσεντεριαν? προς τον οποιον εισελθων ο Παυλος και προσευχηθεις, επεθεσεν επ' αυτον τας χειρας και ιατρευσεν αυτον.8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
9 Τουτου λοιπον γενομενου και οι λοιποι, οσοι ειχον ασθενειας εν τη νησω, προσηρχοντο και εθεραπευοντο?9 τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο,
10 οιτινες και με τιμας πολλας ετιμησαν ημας και οτε εμελλομεν να αναχωρησωμεν, εφωδιασαν με τα χρειωδη.10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
11 Μετα δε τρεις μηνας απεπλευσαμεν επι πλοιου Αλεξανδρινου, με σημαιαν των Διοσκουρων, το οποιον ειχε παραχειμασει εν τη νησω,11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
12 και φθασαντες εις τας Συρακουσας, εμειναμεν τρεις ημερας?12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
13 εκειθεν δε περιπλευσαντες κατηντησαμεν εις Ρηγιον, και μετα μιαν ημεραν, πνευσαντος νοτου, την δευτεραν ημεραν ηλθομεν εις Ποτιολους?13 ὅθεν περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,
14 οπου ευροντες αδελφους, παρεκαλεσθημεν να μεινωμεν παρ' αυτοις επτα ημερας, και ουτως ηλθομεν εις την Ρωμην.14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
15 Εκειθεν δε ακουσαντες οι αδελφοι τα περι ημων, εξηλθον εις απαντησιν ημων εως του Αππιου Φορου και των Τριων Ταβερνων, τους οποιους ιδων ο Παυλος, ηυχαριστησε τον Θεον και ελαβε θαρρος.15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου φόρου καὶ Τριῶν ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβεν θάρσος.
16 Οτε δε ηλθομεν εις Ρωμην, ο εκατονταρχος παρεδωκε τους δεσμιους εις τον στρατοπεδαρχην? εις τον Παυλον ομως συνεχωρηθη να μενη καθ' εαυτον μετα του στρατιωτου, οστις εφυλαττεν αυτον.16 Ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
17 Μετα δε τρεις ημερας συνεκαλεσεν ο Παυλος τους οντας των Ιουδαιων πρωτους? και αφου συνηλθον, ελεγε προς αυτους? Ανδρες αδελφοι, εγω ουδεν εναντιον πραξας εις τον λαον η εις τα εθιμα τα πατρωα, παρεδοθην εξ Ιεροσολυμων δεσμιος εις τας χειρας των Ρωμαιων?17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
18 οιτινες αφου με ανεκριναν, ηθελον να με απολυσωσι, διοτι ουδεμια αιτια θανατου υπηρχεν εν εμοι.18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.
19 Επειδη δε αντελεγον οι Ιουδαιοι, ηναγκασθην να επικαλεσθω τον Καισαρα, ουχι ως εχων να κατηγορησω κατα τι το εθνος μου.19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
20 Δια ταυτην λοιπον την αιτιαν σας εκαλεσα, δια να σας ιδω και ομιλησω? διοτι ενεκα της ελπιδος του Ισραηλ φορω ταυτην την αλυσιν.20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
21 Οι δε ειπον προς αυτον? ημεις ουτε γραμματα ελαβομεν περι σου απο της Ιουδαιας, ουτε ελθων τις εκ των αδελφων απηγγειλεν η ελαλησε τι κακον περι σου.21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν· ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
22 Επιθυμουμεν δε να ακουσωμεν παρα σου τι φρονεις διοτι περι της αιρεσεως ταυτης ειναι γνωστον εις ημας οτι πανταχου αντιλεγεται.22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 Και αφου διωρισαν εις αυτον ημεραν, ηλθον προς αυτον πολλοι εις το καταλυμα, εις τους οποιους εξεθεσε δια μαρτυριων την βασιλειαν του Θεου και επειθεν αυτους εις τα περι του Ιησου απο τε του νομου του Μωυσεως και των προφητων απο πρωι εως εσπερας.23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
24 Και αλλοι μεν επειθοντο εις τα λεγομενα, αλλοι δε ηπιστουν.24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν·
25 Ασυμφωνοι δε οντες προς αλληλους ανεχωρουν, αφου ο Παυλος ειπεν ενα λογον, οτι καλως ελαλησε το Πνευμα το Αγιον προς τους πατερας ημων δια Ησαιου του προφητου,25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
26 λεγον? Υπαγε προς τον λαον τουτον και ειπε? Με την ακοην θελετε ακουσει και δεν θελετε εννοησει, και βλεποντες θελετε ιδει και δεν θελετε καταλαβει?26 λέγων·
πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν·
ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε
καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
27 διοτι επαχυνθη η καρδια του λαου τουτου, και με τα ωτα βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκλεισαν, μηποτε ιδωσι με τους οφθαλμους και ακουσωσι με τα ωτα και νοησωσι με την καρδιαν και επιστρεψωσι, και ιατρευσω αυτους.27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου
καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσιν
καὶ τῇ καρδίᾳ συνῶσιν
καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
28 Γνωστον λοιπον εστω εις εσας οτι εις τα εθνη απεσταλη το σωτηριον του Θεου, αυτοι και θελουσιν ακουσει.28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.
29 Και αφου ειπε ταυτα ανεχωρησαν οι Ιουδαιοι εχοντες πολλην συζητησιν προς αλληλους.
30 Εμεινε δε ο Παυλος δυο ολοκληρα ετη εν ιδιαιτερα μισθωτη οικια και εδεχετο παντας τους ερχομενους προς αυτον,30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
31 κηρυττων την βασιλειαν του Θεου και διδασκων μετα πασης παρρησιας ακωλυτως τα περι του Κυριου Ιησου Χριστου.31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.