Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Atti degli Apostoli - Acts 27


font
GREEK BIBLELXX
1 Αφου δε απεφασισθη να αποπλευσωμεν εις την Ιταλιαν, παρεδωκαν τον Παυλον και τινας αλλους δεσμιους εις εκατονταρχον Ιουλιον ονομαζομενον, εκ του ταγματος του Σεβαστου λεγομενου.1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς.
2 Και αφου επεβημεν εις πλοιον Αδραμυττηνον, εσηκωθημεν μελλοντες να παραπλευσωμεν τους κατα την Ασιαν τοπους, εχοντες μεθ' ημων Αρισταρχον τον Μακεδονα τον εκ Θεσσαλονικης?2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως.
3 και την αλλην ημεραν εφθασαμεν εις Σιδωνα? και ο Ιουλιος φιλανθρωπως φερομενος προς τον Παυλον επετρεψεν εις αυτον να υπαγη προς τους φιλους αυτου και να λαβη περιθαλψιν.3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν.
4 Και εκειθεν σηκωθεντες υπεπλευσαμεν την Κυπρον, επειδη ησαν εναντιοι οι ανεμοι,4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,
5 και διαπλευσαντες το πελαγος της Κιλικιας και Παμφυλιας, ηλθομεν εις τα Μυρα της Λυκιας.5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
6 Και εκει ευρων ο εκατονταρχος πλοιον Αλεξανδρινον, το οποιον επλεεν εις την Ιταλιαν, επεβιβασεν ημας εις αυτο?6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
7 βραδυπλοουντες δε ικανας ημερας και μολις φθασαντες εις την Κνιδον, επειδη δεν μας αφινεν ο ανεμος, υπεπλευσαμεν την Κρητην κατα την Σαλμωνην,7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,
8 και μολις παραπλευσαντες αυτην, ηλθομεν εις τοπον τινα ονομαζομενον Καλους Λιμενας, πλησιον του οποιου ητο η πολις Λασαια.8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας ᾧ ἐγγὺς πόλις ἦν Λασαία.
9 Επειδη δε παρηλθεν ικανος καιρος και ο πλους ητο ηδη επικινδυνος, διοτι και η νηστεια ειχεν ηδη παρελθει, συνεβουλευεν ο Παυλος,9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι παρῄνει ὁ Παῦλος
10 λεγων προς αυτους? Ανδρες, βλεπω οτι ο πλους μελλει να γεινη με κακοπαθειαν και πολλην ζημιαν ουχι μονον του φορτιου και του πλοιου, αλλα και των ψυχων ημων.10 λέγων αὐτοῖς· ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
11 Αλλ' ο εκατονταρχος επειθετο μαλλον εις τον κυβερνητην και εις τον ναυκληρον παρα εις τα υπο του Παυλου λεγομενα.11 ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ Παύλου λεγομένοις.
12 Και επειδη ο λιμην δεν ητο επιτηδειος εις παραχειμασιαν, οι πλειοτεροι εγνωμοδοτησαν να σηκωθωσι και εκειθεν, ωστε φθασαντες αν ηδυναντο εις Φοινικα, λιμενα της Κρητης βλεποντα προς τον λιβα ανεμον και προς τον χωρον, να παραχειμασωσιν εκει.12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
13 Και οτε επνευσεν ολιγον νοτος, νομισαντες οτι επετυχον του σκοπου, ανεσυραν την αγκυραν και παρεπλεον πλησιον την Κρητην.13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
14 Πλην μετ' ολιγον προσεβαλε κατ' αυτης ανεμος τυφωνικος ο λεγομενος Ευροκλυδων.14 μετ’ οὐ πολὺ δὲ ἔβαλεν κατ’ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος εὐρακύλων·
15 Και επειδη το πλοιον συνηρπασθη και δεν ηδυνατο να αντεχη προς τον ανεμον, αφεθεντες εφερομεθα.15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα.
16 Και τρεξαντες υπο νησιδιον τι ονομαζομενον Κλαυδην, μολις ηδυνηθημεν να βαλωμεν εις την εξουσιαν μας την λεμβον,16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης,
17 την οποιαν αφου ανελαβον μετεχειριζοντο βοηθηματα, ζωνοντες υποκατωθεν το πλοιον? και φοβουμενοι μη εκπεσωσιν εις την Συρτιν, κατεβιβασαν τα πανια και εφεροντο ουτως.17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον, φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
18 Και επειδη εχειμαζομεθα σφοδρως, την ακολουθον ημεραν εκαμνον χυσιν,18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο
19 και την τριτην με τας ιδιας ημων χειρας ερριψαμεν τα σκευη του πλοιου?19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν.
20 και επειδη δια πολλων ημερων δεν εφαινοντο ουτε ηλιος ουτε αστρα, και χειμων βαρυς επεκειτο, πασα ελπις σωτηριας αφηρειτο πλεον αφ' ημων.20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς.
21 Μετα δε πολυημερον ασιτιαν σταθεις ο Παυλος εν τω μεσω αυτων, ειπεν? Επρεπεν, ω ανδρες, να μου υπακουσητε και να μη σηκωθητε απο της Κρητης και ουτως ηθελομεν αποφυγει την κακοπαθειαν ταυτην και την ζημιαν.21 Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
22 Αλλα και ηδη σας παραινω να εχητε θαρρος? διοτι εξ υμων ουδεμια ψυχη δεν θελει χαθη, ειμη μονον το πλοιον.22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου.
23 Διοτι την νυκτα ταυτην εφανη εις εμε αγγελος του Θεου, του οποιου ειμαι, τον οποιον και λατρευω,23 παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ, οὗ εἰμι [ἐγὼ] ᾧ καὶ λατρεύω, ἄγγελος
24 λεγων? μη φοβου, Παυλε? πρεπει να παρασταθης ενωπιον του Καισαρος? και ιδου, ο Θεος σοι εχαρισε παντας τους πλεοντας μετα σου.24 λέγων· μὴ φοβοῦ, Παῦλε, Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
25 Δια τουτο θαρρειτε, ανδρες? διοτι πιστευω εις τον Θεον οτι ουτω θελει γεινει, καθ' ον τροπον ελαληθη προς εμε.25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι.
26 Πρεπει δε να πεσωμεν εις νησον τινα.26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 Οτε δε ηλθεν η δεκατη τεταρτη νυξ, ενω παρεφερομεθα εν τη Αδριατικη θαλασση, περι το μεσον της νυκτος εσυμπεραινον οι ναυται οτι πλησιαζουσιν εις τοπον τινα.27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
28 Και ριψαντες την βολιδα ευρον εικοσι οργυιας, και αφου επροχωρησαν ολιγον διαστημα, ριψαντες και παλιν την βολιδα ευρον οργυιας δεκαπεντε?28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
29 και φοβουμενοι μηπως πεσωμεν εξω εις τραχεις τοπους, ριψαντες τεσσαρας αγκυρας απο της πρυμνης, ηυχοντο να γεινη ημερα.29 φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
30 Επειδη δε οι ναυται εζητουν να φυγωσιν εκ του πλοιου και κατεβιβασαν την λεμβον εις την θαλασσαν, επι προφασει οτι εμελλον να εκτεινωσιν αγκυρας εκ της πρωρας,30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν,
31 ο Παυλος ειπε προς τον εκατονταρχον και προς τους στρατιωτας? Εαν ουτοι δεν μεινωσιν εν τω πλοιω, σεις δεν δυνασθε να σωθητε.31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
32 Τοτε οι στρατιωται απεκοψαν τα σχοινια της λεμβου και αφηκαν αυτην να πεση εξω.32 τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Εως δε να εξημερωση, ο Παυλος παρεκαλει παντας να λαβωσι τροφην τινα, λεγων? Δεκατεσσαρας ημερας σημερον προσδοκωντες διαμενετε νηστικοι, και δεν εφαγετε ουδεν.33 Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε μηθὲν προσλαβόμενοι.
34 Δια τουτο σας παρακαλω να λαβητε τροφην? διοτι τουτο ειναι αναγκαιον προς την σωτηριαν σας? επειδη ουδενος απο σας δεν θελει πεσει θριξ εκ της κεφαλης.34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει, οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται.
35 Αφου δε ειπε ταυτα και ελαβεν αρτον, ευχαριστησε τον Θεον ενωπιον παντων και κοψας ηρχισε να τρωγη.35 εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
36 Λαβοντες δε παντες θαρρος, ελαβον και αυτοι τροφην?36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
37 ημεθα δε εν τω πλοιω ψυχαι ολαι διακοσιαι εβδομηκοντα εξ.37 ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ.
38 Αφου δε εχορτασθησαν απο τροφης ελαφρυνον το πλοιον, ριπτοντες τον σιτον εις την θαλασσαν.38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
39 Και οτε εγεινεν ημερα, δεν εγνωριζον την γην, παρετηρουν ομως κολπον τινα εχοντα αιγιαλον, εις τον οποιον εβουλευθησαν, αν ηδυναντο, να εξωσωσι το πλοιον.39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον.
40 Και κοψαντες τας αγκυρας, αφηκαν το πλοιον εις την θαλασσαν, λυσαντες ενταυτω τους δεσμους των πηδαλιων, και υψωσαντες τον αρτεμονα προς τον ανεμον, κατηυθυνοντο εις τον αιγιαλον.40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
41 Περιπεσοντες δε εις τοπον, οπου συνηρχοντο δυο θαλασσαι, ερριψαν εξω το πλοιον, και η μεν πρωρα εκαθησε και εμεινεν ασαλευτος, η δε πρυμνη διελυετο υπο της βιας των κυματων.41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [τῶν κυμάτων].
42 Εβουλευθησαν δε οι στρατιωται να θανατωσωσι τους δεσμιους, δια να μη φυγη μηδεις κολυμβησας.42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ.
43 Αλλ' ο εκατονταρχος, θελων να διασωση τον Παυλον, εμποδισεν αυτους απο του σκοπου και προσεταξεν, οσοι ηδυναντο να κολυμβωσι να ριφθωσι πρωτοι και να εκβωσιν εις την γην,43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι
44 οι δε λοιποι αλλοι μεν επι σανιδων, αλλοι δε επι τινων λειψανων του πλοιου, και ουτω διεσωθησαν παντες εις την γην.44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.