Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Giovanni - John 11


font
GREEK BIBLELXX
1 Ητο δε τις ασθενης Λαζαρος απο Βηθανιας, εκ της κωμης της Μαριας και Μαρθας της αδελφης αυτης.1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 Η δε Μαρια ητο η αλειψασα τον Κυριον με μυρον και σπογγισασα τους ποδας αυτου με τας τριχας αυτης, της οποιας ο αδελφος Λαζαρος ησθενει.2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 Απεστειλαν λοιπον αι αδελφαι προς αυτον, λεγουσαι? Κυριε, ιδου, εκεινος τον οποιον αγαπας, ασθενει.3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 Και ακουσας ο Ιησους ειπεν? Αυτη η ασθενεια δεν ειναι προς θανατον, αλλ' υπερ της δοξης του Θεου, δια να δοξασθη ο Υιος του Θεου δι' αυτης.4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.
5 Ηγαπα δε ο Ιησους την Μαρθαν και την αδελφην αυτης και τον Λαζαρον.5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 Καθως λοιπον ηκουσεν οτι ασθενει, τοτε μεν εμεινε δυο ημερας εν τω τοπω οπου ητο?6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας,
7 επειτα μετα τουτο λεγει προς τους μαθητας? Ας υπαγωμεν εις την Ιουδαιαν παλιν.7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 Λεγουσι προς αυτον οι μαθηται? Ραββι, τωρα εζητουν να σε λιθοβολησωσιν οι Ιουδαιοι, και παλιν υπαγεις εκει;8 λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 Απεκριθη ο Ιησους? Δεν ειναι δωδεκα αι ωραι της ημερας; εαν τις περιπατη εν τη ημερα, δεν προσκοπτει, διοτι βλεπει το φως του κοσμου τουτου?9 ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 εαν τις ομως περιπατη εν τη νυκτι, προσκοπτει, διοτι το φως δεν ειναι εν αυτω.10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 Ταυτα ειπε, και μετα τουτο λεγει προς αυτους? Λαζαρος ο φιλος ημων εκοιμηθη? αλλα υπαγω δια να εξυπνησω αυτον.11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 Ειπον λοιπον οι μαθηται αυτου? Κυριε, αν εκοιμηθη, θελει σωθη.12 εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ· κύριε, εἰ κεκοίμηται σωθήσεται.
13 Αλλ' ο Ιησους ειχεν ειπει περι του θανατου αυτου? εκεινοι ομως ενομισαν οτι λεγει περι της κοιμησεως του υπνου.13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 Τοτε λοιπον ειπε προς αυτους ο Ιησους παρρησια? Ο Λαζαρος απεθανε.14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν,
15 Και χαιρω δια σας, δια να πιστευσητε, διοτι δεν ημην εκει? αλλ' ας υπαγωμεν προς αυτον.15 καὶ χαίρω δι’ ὑμᾶς ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ’ ἄγωμεν πρὸς αὐτόν.
16 Ειπε δε ο Θωμας, ο λεγομενος Διδυμος προς τους συμμαθητας? Ας υπαγωμεν και ημεις, δια να αποθανωμεν μετ' αυτου.16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.
17 Ελθων λοιπον ο Ιησους ευρεν αυτον τεσσαρας ημερας εχοντα ηδη εν τω μνημειω.17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
18 Ητο δε η Βηθανια πλησιον των Ιεροσολυμων, απεχουσα ως δεκαπεντε σταδια.18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
19 Και πολλοι εκ των Ιουδαιων ειχον ελθει προς την Μαρθαν και Μαριαν, δια να παρηγορησωσιν αυτας περι του αδελφου αυτων.19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
20 Η Μαρθα λοιπον, καθως ηκουσεν οτι ο Ιησους ερχεται, υπηντησεν αυτον? η δε Μαρια εκαθητο εν τω οικω.20 Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 Ειπε λοιπον η Μαρθα προς τον Ιησουν? Κυριε, εαν ησο εδω, ο αδελφος μου δεν ηθελεν αποθανει.21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·
22 Πλην και τωρα εξευρω οτι οσα ζητησης παρα του Θεου, θελει σοι δωσει ο Θεος.22 [ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.
23 Λεγει προς αυτην ο Ιησους? Ο αδελφος σου θελει αναστηθη.23 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
24 Λεγει προς αυτον η Μαρθα? Εξευρω οτι θελει αναστηθη εν τη αναστασει εν τη εσχατη ημερα.24 λέγει αὐτῷ ἡ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 Ειπε προς αυτην ο Ιησους? Εγω ειμαι η αναστασις και η ζωη? ο πιστευων εις εμε, και αν αποθανη, θελει ζησει?25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
26 και πας οστις ζη και πιστευει εις εμε δεν θελει αποθανει εις τον αιωνα. Πιστευεις τουτο;26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;
27 Λεγει προς αυτον? Ναι, Κυριε, εγω επιστευσα οτι συ εισαι ο Χριστος, ο Υιος του Θεου, ο ερχομενος εις τον κοσμον.27 λέγει αὐτῷ· ναὶ κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Και αφου ειπε ταυτα, υπηγε και εφωναξε Μαριαν την αδελφην αυτης κρυφιως και ειπεν? Ο Διδασκαλος ηλθε και σε κραζει.28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
29 Εκεινη, καθως ηκουσε, σηκονεται ταχεως και ερχεται προς αυτον.29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν.
30 Δεν ειχε δε ελθει ο Ιησους ετι εις την κωμην, αλλ' ητο εν τω τοπω, οπου υπηντησεν αυτον η Μαρθα.30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 Οι Ιουδαιοι λοιπον, οι οντες μετ' αυτης εν τη οικια και παρηγορουντες αυτην, ιδοντες την Μαριαν οτι εσηκωθη ταχεως και εξηλθεν, ηκολουθησαν αυτην, λεγοντες οτι υπαγει εις το μνημειον, δια να κλαυση εκει.31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 Η Μαρια λοιπον καθως ηλθεν οπου ητο ο Ιησους, ιδουσα αυτον επεσεν εις τους ποδας αυτου, λεγουσα προς αυτον? Κυριε, εαν ησο εδω, ο αδελφος μου δεν ηθελεν αποθανει.32 Ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας λέγουσα αὐτῷ· κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
33 Ο δε Ιησους, καθως ειδεν αυτην κλαιουσαν και τους ελθοντας μετ' αυτης Ιουδαιους κλαιοντας, εστεναξεν εν τη ψυχη αυτου και εταραχθη,33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν
34 και ειπε? Που εβαλετε αυτον; Λεγουσι προς αυτον? Κυριε, ελθε και ιδε.34 καὶ εἶπεν· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· κύριε, ἔρχου καὶ ἴδε.
35 Εδακρυσεν ο Ιησους.35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 Ελεγον λοιπον οι Ιουδαιοι? Ιδε ποσον ηγαπα αυτον.36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν.
37 Τινες δε εξ αυτων ειπον? Δεν ηδυνατο ουτος, οστις ηνοιξε τους οφθαλμους του τυφλου, να καμη ωστε και ουτος να μη αποθανη;37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ο Ιησους λοιπον, παλιν στεναζων εν εαυτω, ερχεται εις το μνημειον? ητο δε σπηλαιον, και εκειτο λιθος επ' αυτου.38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ.
39 Λεγει ο Ιησους? Σηκωσατε τον λιθον. Λεγει προς αυτον η αδελφη του αποθανοντος η Μαρθα? Κυριε, οζει ηδη? διοτι ειναι τεσσαρων ημερων.39 λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
40 Λεγει προς αυτην ο Ιησους? Δεν σοι ειπον οτι εαν πιστευσης, θελεις ιδει την δοξαν του Θεου;40 λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
41 Εσηκωσαν λοιπον τον λιθον, οπου εκειτο ο αποθανων. Ο δε Ιησους, υψωσας τους οφθαλμους ανω, ειπε? Πατερ, ευχαριστω σοι οτι μου ηκουσας.41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 Και εγω εγνωριζον οτι παντοτε μου ακουεις? αλλα δια τον οχλον τον περιεστωτα ειπον τουτο, δια να πιστευσωσιν οτι συ με απεστειλας.42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 Και ταυτα ειπων, μετα φωνης μεγαλης εκραυγασε? Λαζαρε, ελθε εξω.43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω.
44 Και εξηλθεν ο τεθνηκως, δεδεμενος τους ποδας και τας χειρας με τα σαβανα, και το προσωπον αυτου ητο περιδεδεμενον με σουδαριον. Λεγει προς αυτους ο Ιησους? Λυσατε αυτον και αφησατε να υπαγη.44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
45 Πολλοι λοιπον εκ των Ιουδαιων, οιτινες ειχον ελθει εις την Μαριαν και ειδον οσα εκαμεν ο Ιησους, επιστευσαν εις αυτον.45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν ἐπίστευσαν εἰς αὐτόν·
46 Τινες δε εξ αυτων απηλθον προς τους Φαρισαιους και ειπον προς αυτους οσα εκαμεν ο Ιησους.46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.
47 Συνεκροτησαν λοιπον συνεδριον οι αρχιερεις και οι Φαρισαιοι και ελεγον? Τι καμνομεν, διοτι ουτος ο ανθρωπος πολλα θαυματα καμνει.47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
48 Εαν αφησωμεν αυτον ουτω, παντες θελουσι πιστευσει εις αυτον, και θελουσιν ελθει οι Ρωμαιοι και αφανισει και τον τοπον ημων και το εθνος.48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 Εις δε τις εξ αυτων, ο Καιαφας, οστις ητο αρχιερευς του ενιαυτου εκεινου, ειπε προς αυτους? Σεις δεν εξευρετε τιποτε,49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 ουδε συλλογιζεσθε οτι μας συμφερει να αποθανη εις ανθρωπος υπερ του λαου και να μη απολεσθη ολον το εθνος.50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 Τουτο δε αφ' εαυτου δεν ειπεν, αλλ' αρχιερευς ων του ενιαυτου εκεινου προεφητευσεν οτι εμελλεν ο Ιησους να αποθανη υπερ του εθνους,51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
52 και ουχι μονον υπερ του εθνους, αλλα και δια να συναξη εις εν τα τεκνα του Θεου τα διεσκορπισμενα.52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 Απ' εκεινης λοιπον της ημερας συνεβουλευθησαν, δια να θανατωσωσιν αυτον.53 ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 Οθεν ο Ιησους δεν περιεπατει πλεον παρρησια μεταξυ των Ιουδαιων, αλλ' ανεχωρησεν εκειθεν εις τον τοπον πλησιον της ερημου, εις πολιν λεγομενην Εφραιμ, και εκει διετριβε μετα των μαθητων αυτου.54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
55 Επλησιαζε δε το πασχα των Ιουδαιων, και πολλοι ανεβησαν εκ του τοπου εκεινου εις Ιεροσολυμα προ του πασχα, δια να καθαρισωσιν εαυτους.55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 Εζητουν λοιπον τον Ιησουν και ελεγον προς αλληλους ισταμενοι εν τω ιερω? Τι σας φαινεται οτι δεν θελει ελθει εις την εορτην;56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 Ειχον δε δωσει προσταγην και οι αρχιερεις και οι Φαρισαιοι, εαν τις μαθη που ειναι, να μηνυση, δια να πιασωσιν αυτον.57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.