Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Luca - Luke 15


font
GREEK BIBLELXX
1 Επλησιαζον δε εις αυτον παντες οι τελωναι και οι αμαρτωλοι, δια να ακουωσιν αυτον.1 Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 Και διεγογγυζον οι Φαρισαιοι και οι γραμματεις, λεγοντες οτι ουτος αμαρτωλους δεχεται και συντρωγει μετ' αυτων.2 καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3 Ειπε δε προς αυτους την παραβολην ταυτην, λεγων?3 Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
4 Τις ανθρωπος εξ υμων εαν εχη εκατον προβατα και χαση εν εξ αυτων, δεν αφινει τα ενενηκοντα εννεα εν τη ερημω και υπαγει ζητων το απολωλος, εωσου ευρη αυτο;4 τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
5 Και ευρων αυτο, βαλλει επι τους ωμους αυτου χαιρων.5 καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων
6 Και ελθων εις τον οικον, συγκαλει τους φιλους και τους γειτονας, λεγων προς αυτους? Συγχαρητε μοι, διοτι ευρον το προβατον μου το απολωλος.6 καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 Σας λεγω οτι ουτω θελει εισθαι χαρα εν τω ουρανω δια ενα αμαρτωλον μετανοουντα μαλλον παρα δια ενενηκοντα εννεα δικαιους, οιτινες δεν εχουσι χρειαν μετανοιας.7 λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
8 Η τις γυνη εχουσα δεκα δραχμας, εαν χαση δραχμην μιαν, δεν αναπτει λυχνον και σαρονει την οικιαν και ζητει επιμελως, εως οτου ευρη αυτην;8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;
9 και αφου ευρη, συγκαλει τας φιλας και τας γειτονας, λεγουσα? Συγχαρητε μοι, διοτι ευρον την δραχμην την οποιαν εχασα.9 καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα· συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10 Ουτω, σας λεγω, χαρα γινεται ενωπιον των αγγελων του Θεου δια ενα αμαρτωλον μετανοουντα.10 οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Ειπε δε? Ανθρωπος τις ειχε δυο υιους.11 Εἶπεν δέ· ἄνθρωπός τις εἶχεν δύο υἱούς.
12 Και ειπεν ο νεωτερος αυτων προς τον πατερα? Πατερ, δος μοι το ανηκον μερος της περιουσιας. Και διεμοιρασεν εις αυτους τα υπαρχοντα αυτου.12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.
13 Και μετ' ολιγας ημερας συναξας παντα ο νεωτερος υιος, απεδημησεν εις χωραν μακραν και εκει διεσκορπισε την περιουσιαν αυτου ζων ασωτως.13 καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακρὰν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14 Αφου δε εδαπανησε παντα, εγεινε πεινα μεγαλη εν τη χωρα εκεινη, και αυτος ηρχισε να στερηται.14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15 Τοτε υπηγε και προσεκολληθη εις ενα των πολιτων της χωρας εκεινης, οστις επεμψεν αυτον εις τους αγρους αυτου δια να βοσκη χοιρους.15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους,
16 Και επεθυμει να γεμιση την κοιλιαν αυτου απο των ξυλοκερατων, τα οποια ετρωγον οι χοιροι, και ουδεις εδιδεν εις αυτον.16 καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17 Ελθων δε εις εαυτον, ειπε? Ποσοι μισθωτοι του πατρος μου περισσευουσιν αρτον, και εγω χανομαι υπο της πεινης.17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι.
18 Σηκωθεις θελω υπαγει προς τον πατερα μου και θελω ειπει προς αυτον? Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου?18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
19 και δεν ειμαι πλεον αξιος να ονομασθω υιος σου? καμε με ως ενα των μισθωτων σου.19 οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20 Και σηκωθεις ηλθε προς τον πατερα αυτου. Ενω, δε απειχεν ετι μακραν, ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη, και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον.20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21 ειπε δε προς αυτον ο υιος? Πατερ, ημαρτον εις τον ουρανον και ενωπιον σου, και δεν ειμαι πλεον αξιος να ονομασθω υιος σου.21 εἶπεν δὲ ὁ υἱὸς αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
22 Και ο πατηρ ειπε προς τους δουλους αυτου? Φερετε εξω την στολην την πρωτην και ενδυσατε αυτον, και δοτε δακτυλιδιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας,22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23 και φεροντες τον μοσχον τον σιτευτον σφαξατε, και φαγοντες ας ευφρανθωμεν,23 καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
24 διοτι ουτος ο υιος μου νεκρος ητο και ανεζησε, και απολωλως ητο και ευρεθη. Και ηρχισαν να ευφραινωνται.24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 Ητο δε ο πρεσβυτερος αυτου υιος εν τω αγρω? και καθως ερχομενος επλησιασεν εις την οικιαν, ηκουσε συμφωνιαν και χορους,25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν,
26 και προσκαλεσας ενα των δουλων, ηρωτα τι ειναι ταυτα.26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα.
27 Ο δε ειπε προς αυτον οτι ο αδελφος σου ηλθε? και εσφαξεν ο πατηρ σου τον μοσχον τον σιτευτον, διοτι απηλαυσεν αυτον υγιαινοντα.27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 Και ωργισθη και δεν ηθελε να εισελθη. Εξηλθε λοιπον ο πατηρ αυτου και παρεκαλει αυτον.28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν, ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29 Ο δε αποκριθεις ειπε προς τον πατερα? Ιδου, τοσα ετη σε δουλευω, και ποτε εντολην σου δεν παρεβην, και εις εμε ουδε εριφιον εδωκας ποτε δια να ευφρανθω μετα των φιλων μου.29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30 Οτε δε ο υιος σου ουτος, ο καταφαγων σου τον βιον μετα πορνων, ηλθεν, εσφαξας δι' αυτον τον μοσχον τον σιτευτον.30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
31 Ο δε ειπε προς αυτον? Τεκνον, συ παντοτε μετ' εμου εισαι, και παντα τα εμα σα ειναι?31 ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
32 επρεπε δε να ευφρανθωμεν και να χαρωμεν, διοτι ο αδελφος σου ουτος νεκρος ητο και ανεζησε, και απολωλως ητο και ευρεθη.32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.