1 Αφου δε επερασε το σαββατον, περι τα χαραγματα της πρωτης ημερας της εβδομαδος ηλθε Μαρια η Μαγδαληνη και η αλλη Μαρια, δια να θεωρησωσι τον ταφον. | 1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. |
2 Και ιδου εγεινε σεισμος μεγας? διοτι αγγελος Κυριου καταβας εξ ουρανου ηλθε και απεκυλισε τον λιθον απο της θυρας και εκαθητο επανω αυτου. | 2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. |
3 Ητο δε η οψις αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ως χιων. | 3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. |
4 Και απο του φοβου αυτου εταραχθησαν οι φυλακες και εγειναν ως νεκροι. | 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. |
5 Αποκριθεις δε ο αγγελος ειπε προς τας γυναικας? μη φοβεισθε σεις? διοτι εξευρω οτι Ιησουν τον εσταυρωμενον ζητειτε? | 5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· |
6 δεν ειναι εδω? διοτι ανεστη, καθως ειπεν. Ελθετε, ιδετε τον τοπον οπου εκειτο ο Κυριος. | 6 οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο. |
7 Και υπαγετε ταχεως και ειπατε προς τους μαθητας αυτου οτι ανεστη εκ των νεκρων, και ιδου, υπαγει προτερον υμων εις την Γαλιλαιαν? εκει θελετε ιδει αυτον? ιδου, σας ειπον. | 7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. |
8 Και εξελθουσαι ταχεως απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον να απαγγειλωσι προς τους μαθητας αυτου. | 8 Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. |
9 Ενω δε ηρχοντο να απαγγειλωσι προς τους μαθητας αυτου, ιδου, ο Ιησους απηντησεν αυτας, λεγων? Χαιρετε. Και εκειναι προσελθουσαι επιασαν τους ποδας αυτου και προσεκυνησαν αυτον. | 9 καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. |
10 Τοτε λεγει προς αυτας ο Ιησους? Μη φοβεισθε? υπαγετε, απαγγειλατε προς τους αδελφους μου, δια να υπαγωσιν εις την Γαλιλαιαν? και εκει θελουσι με ιδει. | 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. |
11 Ενω δε αυται απηρχοντο, ιδου, τινες των φυλακων ελθοντες εις την πολιν απηγγειλαν προς τους αρχιερεις παντα τα γενομενα, | 11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. |
12 Και συναχθεντες μετα των πρεσβυτερων και συμβουλευθεντες εδωκαν εις τους στρατιωτας αργυρια ικανα, | 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις |
13 λεγοντες? Ειπατε οτι οι μαθηται αυτου ελθοντες δια νυκτος εκλεισαν αυτον, ενω ημεις εκοιμωμεθα. | 13 λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. |
14 Και εαν ακουσθη τουτο ενωπιον του ηγεμονος, ημεις θελομεν πεισει αυτον και εσας θελομεν καμει αμεριμνους. | 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [αὐτὸν] καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. |
15 Εκεινοι δε λαβοντες τα αργυρια, επραξαν ως εδιδαχθησαν. Και διεφημισθη ο λογος ουτος παρα τοις Ιουδαιοις μεχρι της σημερον. | 15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας]. |
16 Οι δε ενδεκα μαθηται υπηγον εις την Γαλιλαιαν, εις το ορος οπου παρηγγειλεν εις αυτους ο Ιησους. | 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, |
17 Και ιδοντες αυτον προσεκυνησαν αυτον, τινες δε εδιστασαν. | 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. |
18 Και προσελθων ο Ιησους, ελαλησε προς αυτους, λεγων? Εδοθη εις εμε πασα εξουσια εν ουρανω και επι γης. | 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [τῆς] γῆς. |
19 Πορευθεντες λοιπον μαθητευσατε παντα τα εθνη, βαπτιζοντες αυτους εις το ονομα του Πατρος και του Υιου και του Αγιου Πνευματος, | 19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, |
20 διδασκοντες αυτους να φυλαττωσι παντα οσα παρηγγειλα εις εσας? και ιδου, εγω ειμαι μεθ' υμων πασας τας ημερας εως της συντελειας του αιωνος. Αμην. | 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. |