ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 3
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | VULGATA |
---|---|
1 δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος | 1 Justorum autem animæ in manu Dei sunt, et non tanget illos tormentum mortis. |
2 ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν | 2 Visi sunt oculis insipientium mori, et æstimata est afflictio exitus illorum, |
3 καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ | 3 et quod a nobis est iter exterminium ; illi autem sunt in pace : |
4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης | 4 etsi coram hominibus tormenta passi sunt, spes illorum immortalitate plena est. |
5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ | 5 In paucis vexati sunt, in multis bene disponentur, quoniam Deus tentavit eos, et invenit illos dignos se. |
6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς | 6 Tamquam aurum in fornace probavit illos, et quasi holocausti hostiam accepit illos, et in tempore erit respectus illorum. |
7 καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται 8κρινοῦσιν ἔθνη καὶ κρατήσουσιν λαῶν καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας | 7 Fulgebunt justi et tamquam scintillæ in arundineto discurrent. |
8 εν εργω και λογω τιμα τον πατερα σου ινα επελθη σοι ευλογια παρ' αυτου | 8 Judicabunt nationes, et dominabuntur populis, et regnabit Dominus illorum in perpetuum. |
9 οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ | 9 Qui confidunt in illo intelligent veritatem, et fideles in dilectione acquiescent illi, quoniam donum et pax est electis ejus. |
10 οἱ δὲ ἀσεβεῖς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ κυρίου ἀποστάντες | 10 Impii autem secundum quæ cogitaverunt correptionem habebunt : qui neglexerunt justum, et a Domino recesserunt. |
11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν | 11 Sapientiam enim et disciplinam qui abjicit infelix est : et vacua est spes illorum, et labores sine fructu, et inutilia opera eorum. |
12 αἱ γυναῖκες αὐτῶν ἄφρονες καὶ πονηρὰ τὰ τέκνα αὐτῶν ἐπικατάρατος ἡ γένεσις αὐτῶν | 12 Mulieres eorum insensatæ sunt, et nequissimi filii eorum. |
13 ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν | 13 Maledicta creatura eorum, quoniam felix est sterilis ; et incoinquinata, quæ nescivit thorum in delicto, habebit fructum in respectione animarum sanctarum ; |
14 καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ κυρίου πονηρά δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος | 14 et spado qui non operatus est per manus suas iniquitatem, nec cogitavit adversus Deum nequissima : dabitur enim illi fidei donum electum, et sors in templo Dei acceptissima. |
15 ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως | 15 Bonorum enim laborum gloriosus est fructus, et quæ non concidat radix sapientiæ. |
16 τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται | 16 Filii autem adulterorum in inconsummatione erunt, et ab iniquo thoro semen exterminabitur. |
17 ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ’ ἐσχάτων τὸ γῆρας αὐτῶν | 17 Et si quidem longæ vitæ erunt, in nihilum computabuntur, et sine honore erit novissima senectus illorum : |
18 ἐάν τε ὀξέως τελευτήσωσιν οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον | 18 et si celerius defuncti fuerint, non habebunt spem, nec in die agnitionis allocutionem. |
19 γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη | 19 Nationis enim iniquæ diræ sunt consummationes. |
20 οτι μεγαλη η δυναστεια του κυριου και υπο των ταπεινων δοξαζεται | |
21 χαλεπωτερα σου μη ζητει και ισχυροτερα σου μη εξεταζε | |
22 α προσεταγη σοι ταυτα διανοου ου γαρ εστιν σοι χρεια των κρυπτων | |
23 εν τοις περισσοις των εργων σου μη περιεργαζου πλειονα γαρ συνεσεως ανθρωπων υπεδειχθη σοι | |
24 πολλους γαρ επλανησεν η υπολημψις αυτων και υπονοια πονηρα ωλισθησεν διανοιας αυτων | |
25 - | |
26 καρδια σκληρα κακωθησεται επ' εσχατων και ο αγαπων κινδυνον εν αυτω απολειται | |
27 καρδια σκληρα βαρυνθησεται πονοις και ο αμαρτωλος προσθησει αμαρτιαν εφ' αμαρτιαις | |
28 επαγωγη υπερηφανου ουκ εστιν ιασις φυτον γαρ πονηριας ερριζωκεν εν αυτω | |
29 καρδια συνετου διανοηθησεται παραβολην και ους ακροατου επιθυμια σοφου | |
30 πυρ φλογιζομενον αποσβεσει υδωρ και ελεημοσυνη εξιλασεται αμαρτιας | |
31 ο ανταποδιδους χαριτας μεμνηται εις τα μετα ταυτα και εν καιρω πτωσεως αυτου ευρησει στηριγμα |