Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΣΟΦΙΑ ΣΕΙΡΑΧ - Siracide - Sirach 1


font

1πασα σοφια παρα κυριου και μετ' αυτου εστιν εις τον αιωνα2αμμον θαλασσων και σταγονας υετου και ημερας αιωνος τις εξαριθμησει3υψος ουρανου και πλατος γης και αβυσσον και σοφιαν τις εξιχνιασει4προτερα παντων εκτισται σοφια και συνεσις φρονησεως εξ αιωνος5-6ριζα σοφιας τινι απεκαλυφθη και τα πανουργευματα αυτης τις εγνω7-8εις εστιν σοφος φοβερος σφοδρα καθημενος επι του θρονου αυτου9κυριος αυτος εκτισεν αυτην και ειδεν και εξηριθμησεν αυτην και εξεχεεν αυτην επι παντα τα εργα αυτου10μετα πασης σαρκος κατα την δοσιν αυτου και εχορηγησεν αυτην τοις αγαπωσιν αυτον11φοβος κυριου δοξα και καυχημα και ευφροσυνη και στεφανος αγαλλιαματος12φοβος κυριου τερψει καρδιαν και δωσει ευφροσυνην και χαραν και μακροημερευσιν13τω φοβουμενω τον κυριον ευ εσται επ' εσχατων και εν ημερα τελευτης αυτου ευλογηθησεται14αρχη σοφιας φοβεισθαι τον κυριον και μετα πιστων εν μητρα συνεκτισθη αυτοις15μετα ανθρωπων θεμελιον αιωνος ενοσσευσεν και μετα του σπερματος αυτων εμπιστευθησεται16πλησμονη σοφιας φοβεισθαι τον κυριον και μεθυσκει αυτους απο των καρπων αυτης17παντα τον οικον αυτων εμπλησει επιθυμηματων και τα αποδοχεια απο των γενηματων αυτης18στεφανος σοφιας φοβος κυριου αναθαλλων ειρηνην και υγιειαν ιασεως19και ειδεν και εξηριθμησεν αυτην επιστημην και γνωσιν συνεσεως εξωμβρησεν και δοξαν κρατουντων αυτης ανυψωσεν20ριζα σοφιας φοβεισθαι τον κυριον και οι κλαδοι αυτης μακροημερευσις21-22ου δυνησεται θυμος αδικος δικαιωθηναι η γαρ ροπη του θυμου αυτου πτωσις αυτω23εως καιρου ανθεξεται μακροθυμος και υστερον αυτω αναδωσει ευφροσυνη24εως καιρου κρυψει τους λογους αυτου και χειλη πολλων εκδιηγησεται συνεσιν αυτου25εν θησαυροις σοφιας παραβολαι επιστημης βδελυγμα δε αμαρτωλω θεοσεβεια26επιθυμησας σοφιαν διατηρησον εντολας και κυριος χορηγησει σοι αυτην27σοφια γαρ και παιδεια φοβος κυριου και η ευδοκια αυτου πιστις και πραοτης28μη απειθησης φοβω κυριου και μη προσελθης αυτω εν καρδια δισση29μη υποκριθης εν στομασιν ανθρωπων και εν τοις χειλεσιν σου προσεχε30μη εξυψου σεαυτον ινα μη πεσης και επαγαγης τη ψυχη σου ατιμιαν και αποκαλυψει κυριος τα κρυπτα σου και εν μεσω συναγωγης καταβαλει σε οτι ου προσηλθες φοβω κυριου και η καρδια σου πληρης δολου