Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 3


font
GREEK BIBLENEW AMERICAN BIBLE
1 δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος1 But the souls of the just are in the hand of God, and no torment shall touch them.
2 ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν2 They seemed, in the view of the foolish, to be dead; and their passing away was thought an affliction
3 καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνῃ3 and their going forth from us, utter destruction. But they are in peace.
4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης4 For if before men, indeed, they be punished, yet is their hope full of immortality;
5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ5 Chastised a little, they shall be greatly blessed, because God tried them and found them worthy of himself.
6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς6 As gold in the furnace, he proved them, and as sacrificial offerings he took them to himself.
7 καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται 8κρινοῦσιν ἔθνη καὶ κρατήσουσιν λαῶν καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας7 In the time of their visitation they shall shine, and shall dart about as sparks through stubble;
8 εν εργω και λογω τιμα τον πατερα σου ινα επελθη σοι ευλογια παρ' αυτου8 They shall judge nations and rule over peoples, and the LORD shall be their King forever.
9 οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ9 Those who trust in him shall understand truth, and the faithful shall abide with him in love: Because grace and mercy are with his holy ones, and his care is with the elect.
10 οἱ δὲ ἀσεβεῖς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ κυρίου ἀποστάντες10 But the wicked shall receive a punishment to match their thoughts, since they neglected justice and forsook the LORD.
11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν11 For he who despises wisdom and instruction is doomed. Vain is their hope, fruitless are their labors, and worthless are their works.
12 αἱ γυναῖκες αὐτῶν ἄφρονες καὶ πονηρὰ τὰ τέκνα αὐτῶν ἐπικατάρατος ἡ γένεσις αὐτῶν12 Their wives are foolish and their children wicked; accursed is their brood.
13 ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν13 Yes, blessed is she who, childless and undefiled, knew not transgression of the marriage bed; she shall bear fruit at the visitation of souls.
14 καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ κυρίου πονηρά δοθήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου θυμηρέστερος14 So also the eunuch whose hand wrought no misdeed, who held no wicked thoughts against the LORD- For he shall be given fidelity's choice reward and a more gratifying heritage in the LORD'S temple.
15 ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς φρονήσεως15 For the fruit of noble struggles is a glorious one; and unfailing is the root of understanding.
16 τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται16 But the children of adulterers will remain without issue, and the progeny of an unlawful bed will disappear.
17 ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ’ ἐσχάτων τὸ γῆρας αὐτῶν17 For should they attain long life, they will be held in no esteem, and dishonored will their old age be at last;
18 ἐάν τε ὀξέως τελευτήσωσιν οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον18 While should they die abruptly, they have no hope nor comfort in the day of scrutiny;
19 γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη19 for dire is the end of the wicked generation.
20 οτι μεγαλη η δυναστεια του κυριου και υπο των ταπεινων δοξαζεται
21 χαλεπωτερα σου μη ζητει και ισχυροτερα σου μη εξεταζε
22 α προσεταγη σοι ταυτα διανοου ου γαρ εστιν σοι χρεια των κρυπτων
23 εν τοις περισσοις των εργων σου μη περιεργαζου πλειονα γαρ συνεσεως ανθρωπων υπεδειχθη σοι
24 πολλους γαρ επλανησεν η υπολημψις αυτων και υπονοια πονηρα ωλισθησεν διανοιας αυτων
25 -
26 καρδια σκληρα κακωθησεται επ' εσχατων και ο αγαπων κινδυνον εν αυτω απολειται
27 καρδια σκληρα βαρυνθησεται πονοις και ο αμαρτωλος προσθησει αμαρτιαν εφ' αμαρτιαις
28 επαγωγη υπερηφανου ουκ εστιν ιασις φυτον γαρ πονηριας ερριζωκεν εν αυτω
29 καρδια συνετου διανοηθησεται παραβολην και ους ακροατου επιθυμια σοφου
30 πυρ φλογιζομενον αποσβεσει υδωρ και ελεημοσυνη εξιλασεται αμαρτιας
31 ο ανταποδιδους χαριτας μεμνηται εις τα μετα ταυτα και εν καιρω πτωσεως αυτου ευρησει στηριγμα