Scrutatio

Tuesday, 28 May 2024 - Santi Emilio, Felice, Priamo e Feliciano ( Letture di oggi)

ΜΑΚΚΑΒΑΙΩΝ Α´ - 1 Maccabei - Maccabees I 15


font

1και απεστειλεν αντιοχος υιος δημητριου του βασιλεως επιστολας απο των νησων της θαλασσης σιμωνι ιερει και εθναρχη των ιουδαιων και παντι τω εθνει2και ησαν περιεχουσαι τον τροπον τουτον βασιλευς αντιοχος σιμωνι ιερει μεγαλω και εθναρχη και εθνει ιουδαιων χαιρειν3επει τινες λοιμοι κατεκρατησαν της βασιλειας των πατερων ημων βουλομαι δε αντιποιησασθαι της βασιλειας οπως αποκαταστησω αυτην ως ην το προτερον εξενολογησα δε πληθος δυναμεων και κατεσκευασα πλοια πολεμικα4βουλομαι δε εκβηναι κατα την χωραν οπως μετελθω τους κατεφθαρκοτας την χωραν ημων και τους ηρημωκοτας πολεις πολλας εν τη βασιλεια μου5νυν ουν ιστημι σοι παντα τα αφεματα α αφηκαν σοι οι προ εμου βασιλεις και οσα αλλα δοματα αφηκαν σοι6και επετρεψα σοι ποιησαι κομμα ιδιον νομισμα τη χωρα σου7ιερουσαλημ δε και τα αγια ειναι ελευθερα και παντα τα οπλα οσα κατεσκευασας και τα οχυρωματα α ωκοδομησας ων κρατεις μενετω σοι8και παν οφειλημα βασιλικον και τα εσομενα βασιλικα απο του νυν και εις τον απαντα χρονον αφιεσθω σοι9ως δ' αν κρατησωμεν της βασιλειας ημων δοξασομεν σε και το εθνος σου και το ιερον δοξη μεγαλη ωστε φανεραν γενεσθαι την δοξαν υμων εν παση τη γη10ετους τεταρτου και εβδομηκοστου και εκατοστου εξηλθεν αντιοχος εις την γην των πατερων αυτου και συνηλθον προς αυτον πασαι αι δυναμεις ωστε ολιγους ειναι συν τρυφωνι11και εδιωξεν αυτον αντιοχος και ηλθεν εις δωρα φευγων την επι θαλασσης12ηδει γαρ οτι επισυνηκται επ' αυτον τα κακα και αφηκαν αυτον αι δυναμεις13και παρενεβαλεν αντιοχος επι δωρα και συν αυτω δωδεκα μυριαδες ανδρων πολεμιστων και οκτακισχιλια ιππος14και εκυκλωσεν την πολιν και τα πλοια απο θαλασσης συνηψαν και εθλιβε την πολιν απο της γης και της θαλασσης και ουκ ειασεν ουδενα εκπορευεσθαι ουδε εισπορευεσθαι15και ηλθεν νουμηνιος και οι παρ' αυτου εκ ρωμης εχοντες επιστολας τοις βασιλευσιν και ταις χωραις εν αις εγεγραπτο ταδε16λευκιος υπατος ρωμαιων πτολεμαιω βασιλει χαιρειν17οι πρεσβευται των ιουδαιων ηλθον προς ημας φιλοι ημων και συμμαχοι ανανεουμενοι την εξ αρχης φιλιαν και συμμαχιαν απεσταλμενοι απο σιμωνος του αρχιερεως και του δημου των ιουδαιων18ηνεγκαν δε ασπιδα χρυσην απο μνων χιλιων19ηρεσεν ουν ημιν γραψαι τοις βασιλευσιν και ταις χωραις οπως μη εκζητησωσιν αυτοις κακα και μη πολεμησωσιν αυτους και τας πολεις αυτων και την χωραν αυτων και ινα μη συμμαχωσιν τοις πολεμουσιν προς αυτους20εδοξεν δε ημιν δεξασθαι την ασπιδα παρ' αυτων21ει τινες ουν λοιμοι διαπεφευγασιν εκ της χωρας αυτων προς υμας παραδοτε αυτους σιμωνι τω αρχιερει οπως εκδικηση αυτους κατα τον νομον αυτων22και ταυτα εγραψεν δημητριω τω βασιλει και ατταλω και αριαραθη και αρσακη23και εις πασας τας χωρας και σαμψαμη και σπαρτιαταις και εις δηλον και εις μυνδον και εις σικυωνα και εις την καριαν και εις σαμον και εις την παμφυλιαν και εις λυκιαν και εις αλικαρνασσον και εις ροδον και εις φασηλιδα και εις κω και εις σιδην και εις αραδον και γορτυναν και κνιδον και κυπρον και κυρηνην24το δε αντιγραφον τουτων εγραψαν σιμωνι τω αρχιερει25αντιοχος δε ο βασιλευς παρενεβαλεν επι δωρα εν τη δευτερα προσαγων δια παντος αυτη τας χειρας και μηχανας ποιουμενος και συνεκλεισεν τον τρυφωνα του εκπορευεσθαι και εισπορευεσθαι26και απεστειλεν αυτω σιμων δισχιλιους ανδρας εκλεκτους συμμαχησαι αυτω και αργυριον και χρυσιον και σκευη ικανα27και ουκ ηβουλετο αυτα δεξασθαι αλλα ηθετησεν παντα οσα συνεθετο αυτω το προτερον και ηλλοτριουτο αυτω28και απεστειλεν προς αυτον αθηνοβιον ενα των φιλων αυτου κοινολογησομενον αυτω λεγων υμεις κατακρατειτε της ιοππης και γαζαρων και της ακρας της εν ιερουσαλημ πολεις της βασιλειας μου29τα ορια αυτων ηρημωσατε και εποιησατε πληγην μεγαλην επι της γης και εκυριευσατε τοπων πολλων εν τη βασιλεια μου30νυν ουν παραδοτε τας πολεις ας κατελαβεσθε και τους φορους των τοπων ων κατεκυριευσατε εκτος των οριων της ιουδαιας31ει δε μη δοτε αντ' αυτων πεντακοσια ταλαντα αργυριου και της καταφθορας ης κατεφθαρκατε και των φορων των πολεων αλλα ταλαντα πεντακοσια ει δε μη παραγενομενοι εκπολεμησομεν υμας32και ηλθεν αθηνοβιος ο φιλος του βασιλεως εις ιερουσαλημ και ειδεν την δοξαν σιμωνος και κυλικειον μετα χρυσωματων και αργυρωματων και παραστασιν ικανην και εξιστατο και απηγγειλεν αυτω τους λογους του βασιλεως33και αποκριθεις σιμων ειπεν αυτω ουτε γην αλλοτριαν ειληφαμεν ουτε αλλοτριων κεκρατηκαμεν αλλα της κληρονομιας των πατερων ημων υπο δε εχθρων ημων ακριτως εν τινι καιρω κατεκρατηθη34ημεις δε καιρον εχοντες αντεχομεθα της κληρονομιας των πατερων ημων35περι δε ιοππης και γαζαρων ων αιτεις αυται εποιουν εν τω λαω πληγην μεγαλην και την χωραν ημων τουτων δωσομεν ταλαντα εκατον36και ουκ απεκριθη αυτω λογον απεστρεψεν δε μετα θυμου προς τον βασιλεα και απηγγειλεν αυτω τους λογους τουτους και την δοξαν σιμωνος και παντα οσα ειδεν και ωργισθη ο βασιλευς οργην μεγαλην37τρυφων δε εμβας εις πλοιον εφυγεν εις ορθωσιαν38και κατεστησεν ο βασιλευς τον κενδεβαιον επιστρατηγον της παραλιας και δυναμεις πεζικας και ιππικας εδωκεν αυτω39και ενετειλατο αυτω παρεμβαλλειν κατα προσωπον της ιουδαιας και ενετειλατο αυτω οικοδομησαι την κεδρων και οχυρωσαι τας πυλας και οπως πολεμη τον λαον ο δε βασιλευς εδιωκε τον τρυφωνα40και παρεγενηθη κενδεβαιος εις ιαμνειαν και ηρξατο του ερεθιζειν τον λαον και εμβατευειν εις την ιουδαιαν και αιχμαλωτιζειν τον λαον και φονευειν41και ωκοδομησεν την κεδρων και απεταξεν εκει ιππεις και δυναμεις οπως εκπορευομενοι εξοδευωσιν τας οδους της ιουδαιας καθα συνεταξεν αυτω ο βασιλευς