1 Dok je Apolon bio u Korintu, Pavao, pošto prođe gornje krajeve, dođe u Efez, nađe neke učenike | 1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη [κατ]ελθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητὰς |
2 pa ih upita: »Jeste li primili Duha Svetoga kad ste povjerovali?« Oni će mu: »Ta ni čuli nismo da ima Duh Sveti.« | 2 εἶπέν τε πρὸς αὐτούς· εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν· ἀλλ’ οὐδ’ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. |
3 Nato će on: »Kako ste onda kršteni?« »Krštenjem Ivanovim«, odvrate oni. | 3 εἶπέν τε· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· εἰς τὸ Ἰωάννου βάπτισμα. |
4 Nato će Pavao: »Ivan je krstio krštenjem obraćenja govoreći narodu da vjeruje u Onoga koji za njim dolazi, to jest u Isusa.« | 4 εἶπεν δὲ Παῦλος· Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν. |
5 Čuvši to, krste se u ime Gospodina Isusa, | 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ, |
6 pa kad Pavao položi na njih ruke, dođe Duh Sveti na njih te stanu govoriti drugim jezicima i prorokovati. | 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου [τὰς] χεῖρας ἦλθεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. |
7 Bijaše u svemu dvanaestak muževa. | 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. |
8 Onda Pavao uđe u sinagogu te je tri mjeseca hrabro raspravljao i uvjeravao o kraljevstvu Božjem. | 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων [τὰ] περὶ τῆς βασιλείας τοῦ θεοῦ. |
9 Ali kako neki, okorjeli i nepokorni, ocrnjivahu ovaj Put pred mnoštvom, odstupi od njih, odvoji učenike i danomice raspravljaše u školi nekog Tirana. | 9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητὰς καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου. |
10 Trajalo je to dvije godine, tako da su svi azijski žitelji, Židovi i Grci, čuli riječ Božju. | 10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. |
11 Bog je pak činio čudesa nesvakidašnja po rukama Pavlovima | 11 Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, |
12 tako da bi na bolesnike stavljali rupce ili rublje s Pavlova tijela pa bi s njih nestajalo bolesti i zli duhovi iz njih izlazili. | 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. |
13 Zato i neki Židovi zaklinjaoci-potukači pokušaše zazvati ime Gospodina Isusa nad one koji imahu zle duhove. Govorili su: »Zaklinjem vas Isusom koga Pavao propovijeda.« | 13 Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. |
14 To činjaše sedam sinova nekog Skeve, židovskoga velikog svećenika. | 14 ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. |
15 Zli im duh odvrati: »Isusa poznajem i Pavla znam, ali tko ste vi?« | 15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς· τὸν [μὲν] Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; |
16 I čovjek u kome bijaše zli duh, nasrnu na njih i nadjača ih te oni goli i izranjeni pobjegoše iz one kuće. | 16 καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ’ αὐτῶν ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. |
17 Doznaše to svi žitelji efeški, Židovi i Grci, pa ih sve obuze strah te se stade veličati ime Gospodina Isusa. | 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτοὺς καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. |
18 Mnogi pak od onih koji su povjerovali dolazili su ispovijedati i očitovati svoja djela. | 18 Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. |
19 I podosta onih koji su se bavili praznovjerjem donosili su knjige i spaljivali ih pred svima. Procijeniše ih te nađoše da vrijede pedeset tisuća srebrnjaka. | 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. |
20 Tako se snagom Gospodnjom Riječ širila i jačala. | 20 Οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν. |
21 Pošto se to ispuni, naumi Pavao preko Makedonije i Ahaje otići u Jeruzalem te reče: »Pošto budem ondje, trebat će da i Rim vidim.« | 21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. |
22 Onda posla u Makedoniju dvojicu svojih poslužitelja, Timoteja i Erasta, a on provede još neko vrijeme u Aziji. | 22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. |
23 Nekako u ono doba nasta nemalena pobuna protiv ovog Puta. | 23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. |
24 Neki srebrar, imenom Demetrije, izrađivao je srebrne hramiće Artemidine i namicao obrtnicima nemalu dobit. | 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, |
25 Skupi on njih i sve koji su se bavili takvim poslom te im reče: »Ljudi, vi znate, u ovom je umijeću naše blagostanje. | 25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν |
26 A vidite i čujete da je taj Pavao ne samo u Efezu nego gotovo i u svoj Aziji uvjerio i preokrenuo poveliko mnoštvo govoreći da nema bogova rukama izdjeljanih. | 26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. |
27 Tako prijeti opasnost ne samo da na zao glas dođe naše zanimanje nego i to da se ništa neće držati do hrama velike božice Artemide te će nestati veličanstva one koju štuje sva Azija i sav svijet.« | 27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. |
28 Čuvši to, razgnjeve se pa poviču: »Velika je Artemida efeška!« | 28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. |
29 Sav se grad uskomeša; jednodušno nahrupe u kazalište vukući sa sobom Makedonce Gaja i Aristarha, suputnike Pavlove. | 29 καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. |
30 Kad je Pavao htio među narod, ne dopustiše mu učenici. | 30 Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· |
31 Čak i neki azijarsi, njegovi prijatelji, poslaše k njemu i zamoliše da ne dolazi u kazalište. | 31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. |
32 Jedni su izvikivali jedno, drugi drugo jer je skup bio uskomešan te mnogi nisu ni znali zašto su se strčali. | 32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. |
33 Neki iz svjetine uputiše nekog Aleksandra jer su ga Židovi gurali naprijed. Aleksandar pak mahnu rukom i htjede se obraniti pred narodom. | 33 ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. |
34 Ali kada doznaše da je Židov, udarahu gotovo dva sata svi u jedan glas: »Velika je Artemida efeška!« | 34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων· μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. |
35 Onda tajnik umiri svjetinu pa reče: »Efežani! Tko to od ljudi ne zna da je grad Efez čuvar hrama velike Artemide i kipa s neba palog? | 35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; |
36 Budući dakle da je to neporecivo, valja da budete mirni te ništa brzopleto ne činite. | 36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. |
37 Doveli ste ove ljude, a nisu ni svetokradice ni hulitelji naše božice. | 37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. |
38 Ako pak Demetrije i njegovi obrtnici imaju protiv koga kakvu tužbu, sudovi se sastaju, a tu su i prokonzuli. Neka se tuže! | 38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. |
39 Ištete li pak što drugo, u zakonitu će se skupu riješiti. | 39 εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. |
40 Ta izlažemo se opasnosti da za ovo današnje budemo optuženi s pobune jer nema nikakva razloga kojim bismo mogli opravdati ovu strku.« To rekavši, raspusti skup. | 40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν. |