Scrutatio

Domenica, 19 maggio 2024 - San Celestino V - Pietro di Morrone ( Letture di oggi)

Hebrews 1


font
CATHOLIC PUBLIC DOMAINLXX
1 In many places and in many ways, in past times, God spoke to the fathers through the Prophets;1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2 lastly, in these days, he has spoken to us through the Son, whom he appointed as the heir of all things, and through whom he made the world.2 ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·
3 And since the Son is the brightness of his glory, and the figure of his substance, and is carrying all things by the Word of his virtue, thereby accomplishing a purging of sins, he sits at the right hand of Majesty on high.3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,
φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
4 And having been made so much better than the Angels, he has inherited a name so much greater than theirs.4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων
ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
5 For to which of the Angels has he ever said: “You are my Son; today have I begotten you?” Or again: “I will be a Father to him, and he shall be a Son to me?”5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων·
υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε;
καὶ πάλιν·
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6 And again, when he brings the only-begotten Son into the world, he says: “And let all the Angels of God adore him.”6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει·
καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
7 And about the Angels, certainly, he says: “He makes his Angels spirits, and his ministers a flame of fire.”7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει·
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα,
8 But about the Son: “Your throne, O God, is forever and ever. The scepter of your kingdom is a scepter of equity.8 πρὸς δὲ τὸν υἱόν·
ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.
9 You have loved justice, and you have hated iniquity. Because of this, God, your God, has anointed you with the oil of exultation, above your companions.”9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
10 And: “In the beginning, O Lord, you founded the earth. And the heavens are the work of your hands.10 καί·
σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11 These shall pass away, but you will remain. And all will grow old like a garment.11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις,
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12 And you will change them like a cloak, and they shall be changed. Yet you are ever the same, and your years will not diminish.”12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,
ὡς ἱμάτιον καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
13 But to which of the Angels has he ever said: “Sit at my right hand, until I make your enemies your footstool?”13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε·
κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14 Are they not all spirits of ministration, sent to minister for the sake of those who shall receive the inheritance of salvation?14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;