Scrutatio

Sabato, 4 maggio 2024 - San Ciriaco ( Letture di oggi)

1 Timothy 1


font
NEW AMERICAN BIBLELXX
1 Paul, an apostle of Christ Jesus by command of God our savior and of Christ Jesus our hope,1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ’ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
2 to Timothy, my true child in faith: grace, mercy, and peace from God the Father and Christ Jesus our Lord.2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3 I repeat the request I made of you when I was on my way to Macedonia, that you stay in Ephesus to instruct certain people not to teach false doctrines3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
4 or to concern themselves with myths and endless genealogies, which promote speculations rather than the plan of God that is to be received by faith.4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει.
5 The aim of this instruction is love from a pure heart, a good conscience, and a sincere faith.5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
6 Some people have deviated from these and turned to meaningless talk,6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
7 wanting to be teachers of the law, but without understanding either what they are saying or what they assert with such assurance.7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
8 We know that the law is good, provided that one uses it as law,8 Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται,
9 with the understanding that law is meant not for a righteous person but for the lawless and unruly, the godless and sinful, the unholy and profane, those who kill their fathers or mothers, murderers,9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις
10 the unchaste, practicing homosexuals, kidnapers, liars, perjurers, and whatever else is opposed to sound teaching,10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
11 according to the glorious gospel of the blessed God, with which I have been entrusted.11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12 I am grateful to him who has strengthened me, Christ Jesus our Lord, because he considered me trustworthy in appointing me to the ministry.12 Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν
13 I was once a blasphemer and a persecutor and an arrogant man, but I have been mercifully treated because I acted out of ignorance in my unbelief.13 τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν, ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·
14 Indeed, the grace of our Lord has been abundant, along with the faith and love that are in Christ Jesus.14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
15 This saying is trustworthy and deserves full acceptance: Christ Jesus came into the world to save sinners. Of these I am the foremost.15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
16 But for that reason I was mercifully treated, so that in me, as the foremost, Christ Jesus might display all his patience as an example for those who would come to believe in him for everlasting life.16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.
17 To the king of ages, incorruptible, invisible, the only God, honor and glory forever and ever. Amen.17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
18 I entrust this charge to you, Timothy, my child, in accordance with the prophetic words once spoken about you. Through them may you fight a good fight18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν
19 by having faith and a good conscience. Some, by rejecting conscience, have made a shipwreck of their faith,19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν,
20 among them Hymenaeus and Alexander, whom I have handed over to Satan to be taught not to blaspheme.20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.