Scrutatio

Lunedi, 29 aprile 2024 - Santa Caterina da Siena ( Letture di oggi)

Wisdom 10


font
NEW AMERICAN BIBLELXX
1 She preserved the first-formed father of the world when he alone had been created; And she raised him up from his fall,1 αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου
2 and gave him power to rule all things.2 ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων
3 But when the unjust man withdrew from her in his anger, he perished through his fratricidal wrath.3 ἀποστὰς δὲ ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ ἀδελφοκτόνοις συναπώλετο θυμοῖς
4 When on his account the earth was flooded, Wisdom again saved it, piloting the just man on frailest wood.4 δι’ ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοφία δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα
5 She, when the nations were sunk in universal wickedness, knew the just man, kept him blameless before God, and preserved him resolute against pity for his child.5 αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν
6 She delivered the just man from among the wicked who were being destroyed, when he fled as fire descended upon Pentapolis--6 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως
7 Where as a testimony to its wickedness, there yet remain a smoking desert, Plants bearing fruit that never ripens, and the tomb of a disbelieving soul, a standing pillar of salt.7 ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός
8 For those who forsook Wisdom first were bereft of knowledge of the right, And then they left mankind a memorial of their folly-- so that they could not even be hidden in their fall.8 σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν 9σοφία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο
9 But Wisdom delivered from tribulations those who served her.
10 She, when the just man fled from his brother's anger, guided him in direct ways, Showed him the kingdom of God and gave him knowledge of holy things; She prospered him in his labors and made abundant the fruit of his works,10 αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ
11 Stood by him against the greed of his defrauders, and enriched him;11 ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν
12 She preserved him from foes, and secured him against ambush, And she gave him the prize for his stern struggle that he might know that devotion to God is mightier than all else.12 διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια
13 She did not abandon the just man when he was sold, but delivered him from sin.13 αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν
14 She went down with him into the dungeon, and did not desert him in his bonds, Until she brought him the scepter of royalty and authority over his oppressors, Showed those who had defamed him false, and gave him eternal glory.14 συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον
15 The holy people and blameless race--it was she who delivered them from the nation that oppressed them.15 αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους θλιβόντων
16 She entered the soul of the LORD'S servant, and withstood fearsome kings with signs and portents;16 εἰσῆλθεν εἰς ψυχὴν θεράποντος κυρίου καὶ ἀντέστη βασιλεῦσιν φοβεροῖς ἐν τέρασι καὶ σημείοις
17 she gave the holy ones the recompense of their labors, Conducted them by a wondrous road, and became a shelter for them by day and a starry flame by night.17 ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα
18 She took them across the Red Sea and brought them through the deep waters--18 διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν καὶ διήγαγεν αὐτοὺς δι’ ὕδατος πολλοῦ
19 But their enemies she overwhelmed, and cast them up from the bottom of the depths.19 τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσεν καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς
20 Therefore the just despoiled the wicked; and they sang, O LORD, your holy name20 διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς καὶ ὕμνησαν κύριε τὸ ὄνομα τὸ ἅγιόν σου τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν
21 Because Wisdom opened the mouths of the dumb, and gave ready speech to infants.21 ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφῶν καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς