1 Timothy 4
Libro non riconosciuto. Prova con un'abbreviazione valida (es. Gen, Es, Gv, Sal).
Versetti esaminati
| Douai-Rheims | Septuaginta - Nestle-Aland |
|---|---|
| 1 Now the Spirit manifestly saith, that in the last times some shall depart from the faith, giving heed to spirits of error, and doctrines of devils, | 1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, |
| 2 Speaking lies in hypocrisy, and having their conscience seared, | 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, |
| 3 Forbidding to marry, to abstain from meats, which God hath created to be received with thanksgiving by the faithful, and by them that have known the truth. | 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν. |
| 4 For every creature of God is good, and nothing to be rejected that is received with thanksgiving: | 4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· |
| 5 For it is sanctified by the word of God and prayer. | 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. |
| 6 These things proposing to the brethren, thou shalt be a good minister of Christ Jesus, nourished up in the words of faith, and of the good doctrine which thou hast attained unto. | 6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· |
| 7 But avoid foolish and old wives' fables: and exercise thyself unto godliness. | 7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· |
| 8 For bodily exercise is profitable to little: but godliness is profitable to all things, having promise of the life that now is, and of that which is to come. | 8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. |
| 9 A faithful saying and worthy of all acceptation. | 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· |
| 10 For therefore we labor and are reviled, because we hope in the living God, who is the Saviour of all men, especially of the faithful. | 10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν. |
| 11 These things command and teach. | 11 Παράγγελλε ταῦτα καὶ δίδασκε. |
| 12 Let no man despise thy youth: but be thou an example of the faithful in word, in conversation, in charity, in faith, in chastity. | 12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. |
| 13 Till I come, attend unto reading, to exhortation, and to doctrine. | 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. |
| 14 Neglect not the grace that is in thee, which was given thee by prophesy, with imposition of the hands of the priesthood. | 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. |
| 15 Meditate upon these things, be wholly in these things: that thy profiting may be manifest to all. | 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. |
| 16 Take heed to thyself and to doctrine: be earnest in them. For in doing this thou shalt both save thyself and them that hear thee. | 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. |