Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Romans 10


font
DOUAI-RHEIMSLXX
1 Brethren, the will of my heart, indeed, and my prayer to God, is for them unto salvation.1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
2 For I bear them witness, that they have a zeal of God, but not according to knowledge.2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν·
3 For they, not knowing the justice of God, and seeking to establish their own, have not submitted themselves to the justice of God.3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν [δικαιοσύνην] ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν.
4 For the end of the law is Christ, unto justice to every one that believeth.4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
5 For Moses wrote, that the justice which is of the law, the man that shall do it, shall live by it.5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ [τοῦ] νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
6 But the justice which is of faith, speaketh thus: Say not in thy heart, Who shall ascend into heaven? that is, to bring Christ down;6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν·
7 Or who shall descend into the deep? that is, to bring up Christ again from the dead.7 ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
8 But what saith the scripture? The word is nigh thee, even in thy mouth, and in thy heart. This is the word of faith, which we preach.8 ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
9 For if thou confess with thy mouth the Lord Jesus, and believe in thy heart that God hath raised him up from the dead, thou shalt be saved.9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
10 For, with the heart, we believe unto justice; but, with the mouth, confession is made unto salvation.10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
11 For the scripture saith: Whosoever believeth in him, shall not be confounded.11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
12 For there is no distinction of the Jew and the Greek: for the same is Lord over all, rich unto all that call upon him.12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν·
13 For whosoever shall call upon the name of the Lord, shall be saved.13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 How then shall they call on him, in whom they have not believed? Or how shall they believe him, of whom they have not heard? And how shall they hear, without a preacher?14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
15 And how shall they preach unless they be sent, as it is written: How beautiful are the feet of them that preach the gospel of peace, of them that bring glad tidings of good things!15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων [τὰ] ἀγαθά.
16 But all do not obey the gospel. For Isaias saith: Lord, who hath believed our report?16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
17 Faith then cometh by hearing; and hearing by the word of Christ.17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
18 But I say: Have they not heard? Yes, verily, their sound hath gone forth into all the earth, and their words unto the ends of the whole world.18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε·
εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
19 But I say: Hath not Israel known? First, Moses saith: I will provoke you to jealousy by that which is not a nation; by a foolish nation I will anger you.19 ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωϋσῆς λέγει·
ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει,
ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
20 But Isaias is bold, and saith: I was found by them that did not seek me: I appeared openly to them that asked not after me.20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει·
εὑρέθην [ἐν] τοῖς ἐμὲ μὴ ζητοῦσιν,

ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
21 But to Israel he saith: All the day long have I spread my hands to a people that believeth not, and contradicteth me.21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει·
ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου
πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.