Vangelo secondo Luca - Luke 2
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | LXX |
---|---|
1 Εν εκειναις δε ταις ημεραις εξηλθε διαταγμα παρα του Καισαρος Αυγουστου να απογραφη πασα η οικουμενη. | 1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. |
2 Αυτη η απογραφη εγεινε πρωτη, οτε ηγεμονευε της Συριας ο Κυρηνιος. | 2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. |
3 Και ηρχοντο παντες να απογραφωνται, εκαστος εις την εαυτου πολιν. | 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. |
4 Ανεβη δε και Ιωσηφ απο της Γαλιλαιας εκ της πολεως Ναζαρετ εις την Ιουδαιαν εις την πολιν του Δαβιδ, ητις καλειται Βηθλεεμ, επειδη αυτος ητο εκ του οικου και της πατριας του Δαβιδ, | 4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, |
5 δια να απογραφη μετα της Μαριαμ της ηρραβωνισμενης με αυτον εις γυναικα, ητις ητο εγκυος. | 5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. |
6 Και ενω ησαν εκει, επληρωθησαν αι ημεραι του να γεννηση? | 6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, |
7 και εγεννησε τον υιον αυτης τον πρωτοτοκον, και εσπαργανωσεν αυτον και κατεκλινεν αυτον εν τη φατνη, διοτι δεν ητο τοπος δι' αυτους εν τω καταλυματι. | 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. |
8 Και ποιμενες ησαν κατα το αυτο μερος διανυκτερευοντες εν τοις αγροις και φυλαττοντες φυλακας της νυκτος επι το ποιμνιον αυτων. | 8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. |
9 Και ιδου, αγγελος Κυριου εξαιφνης εφανη εις αυτους, και δοξα Κυριου ελαμψε περι αυτους, και εφοβηθησαν φοβον μεγαν. | 9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. |
10 Και ειπε προς αυτους ο αγγελος? Μη φοβεισθε? διοτι ιδου, ευαγγελιζομαι εις εσας χαραν μεγαλην, ητις θελει εισθαι εις παντα τον λαον, | 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, |
11 διοτι σημερον εγεννηθη εις εσας εν πολει Δαβιδ σωτηρ, οστις ειναι Χριστος Κυριος. | 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ. |
12 Και τουτο θελει εισθαι το σημειον εις εσας? θελετε ευρει βρεφος εσπαργανωμενον, κειμενον εν τη φατνη. | 12 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. |
13 Και εξαιφνης μετα του αγγελου εφανη πληθος στρατιας ουρανιου υμνουντων τον Θεον και λεγοντων? | 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· |
14 Δοξα εν υψιστοις Θεω και επι γης ειρηνη, εν ανθρωποις ευδοκια. | 14 δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας. |
15 Και καθως οι αγγελοι ανεχωρησαν απ' αυτων εις τον ουρανον, οι ανθρωποι οι ποιμενες ειπον προς αλληλους. Ας υπαγωμεν λοιπον εως Βηθλεεμ και ας ιδωμεν το πραγμα τουτο το γεγονος, το οποιον ο Κυριος εφανερωσεν εις ημας. | 15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. |
16 Και ηλθον μετα σπουδης και ευρον την τε Μαριαμ και τον Ιωσηφ και το βρεφος κειμενον εν τη φατνη. | 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· |
17 Και ιδοντες, διεκηρυξαν τον λογον τον λαληθεντα προς αυτους περι του παιδιου τουτου? | 17 ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. |
18 και παντες οι ακουσαντες εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προς αυτους. | 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς· |
19 Η δε Μαριαμ εφυλαττε παντας τους λογους τουτους, διαλογιζομενη περι αυτων εν τη καρδια αυτης. | 19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. |
20 Και υπεστρεψαν οι ποιμενες, δοξαζοντες και υμνουντες τον Θεον δια παντα οσα ηκουσαν και ειδον, καθως ελαληθησαν προς αυτους. | 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. |
21 Και οτε επληρωθησαν αι οκτω ημεραι δια να περιτεμωσι το παιδιον, εκληθη το ονομα αυτου Ιησους, το ονομασθεν υπο του αγγελου πριν συλληφθη εν τη κοιλια. | 21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτὸν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. |
22 Και οτε επληρωθησαν αι ημεραι του καθαρισμου αυτης κατα τον νομον του Μωυσεως, ανεβιβασαν αυτον εις Ιεροσολυμα δια να παραστησωσιν εις τον Κυριον, | 22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, |
23 καθως ειναι γεγραμμενον εν τω νομω του Κυριου, οτι παν αρσενικον διανοιγον μητραν θελει κληθη αγιον εις τον Κυριον, | 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, |
24 και δια να προσφερωσι θυσιαν κατα το ειρημενον εν τω νομω του Κυριου, ζευγος τρυγονων η δυο νεοσσους περιστερων. | 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. |
25 Και ιδου, ητο ανθρωπος τις εν Ιερουσαλημ, ονομαζομενος Συμεων, και ο ανθρωπος ουτος ητο δικαιος και ευλαβης, προσμενων την παρηγοριαν του Ισραηλ, και Πνευμα Αγιον ητο επ' αυτον? | 25 Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεὼν καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπ’ αὐτόν· |
26 και ητο εις αυτον αποκεκαλυμμενον υπο του Πνευματος του Αγιου οτι δεν θελει ιδει θανατον, πριν ιδη τον Χριστον του Κυριου. | 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [ἢ] ἂν ἴδῃ τὸν χριστὸν κυρίου. |
27 Και ηλθε δια του Πνευματος εις το ιερον? και οτε οι γονεις εισεφεραν το παιδιον Ιησουν δια να καμωσι περι αυτου κατα την συνηθειαν του νομου, | 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ |
28 αυτος εδεχθη αυτο εις τας αγκαλας αυτου και ευλογησε τον Θεον και ειπε? | 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· |
29 Νυν απολυεις τον δουλον σου, δεσποτα, κατα το ρημα σου, εν ειρηνη? | 29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· |
30 διοτι ειδον οι οφθαλμοι μου το σωτηριον σου, | 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, |
31 το οποιον ητοιμασας ενωπιον παντων των λαων, | 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, |
32 φως εις φωτισμον των εθνων και δοξαν του λαου σου Ισραηλ. | 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. |
33 Και ο Ιωσηφ και η μητηρ αυτου εθαυμαζον δια τα λεγομενα περι αυτου. | 33 καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. |
34 Και ευλογησεν αυτους ο Συμεων, και ειπε προς Μαριαμ την μητερα αυτου? Ιδου, ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω Ισραηλ και εις σημειον αντιλεγομενον. | 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον – |
35 Και σου δε αυτης την ψυχην ρομφαια θελει διαπερασει, δια να ανακαλυφθωσιν οι διαλογισμοι πολλων καρδιων. | 35 καὶ σοῦ [δὲ] αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία – ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. |
36 Και υπηρχε τις Αννα προφητις, θυγατηρ Φανουηλ, εκ της φυλης Ασηρ? αυτη ητο πολυ προβεβηκυια εις ηλικιαν, ητις εζησε μετα του ανδρος αυτης επτα ετη απο της παρθενιας αυτης, | 36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς |
37 και αυτη ητο χηρα ως ετων ογδοηκοντα τεσσαρων, ητις δεν απεμακρυνετο απο του ιερου, νυκτα και ημεραν λατρευουσα τον Θεον εν νηστειαις και προσευχαις? | 37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. |
38 και αυτη φθασασα εν αυτη τη ωρα, εδοξολογει τον Κυριον και ελαλει περι αυτου προς παντας τους προσμενοντας λυτρωσιν εν Ιερουσαλημ. | 38 καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ. |
39 Και αφου ετελειωσαν παντα τα κατα τον νομον του Κυριου, υπεστρεψαν εις την Γαλιλαιαν, εις την πολιν αυτων Ναζαρετ. | 39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. |
40 Το δε παιδιον ηυξανε και εδυναμουτο κατα το πνευμα πληρουμενον σοφιας, και χαρις Θεου ητο επ' αυτο. | 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπ’ αὐτό. |
41 Επορευοντο δε οι γονεις αυτου κατ' ετος εις Ιερουσαλημ εν τη εορτη του πασχα. | 41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ’ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. |
42 Και οτε εγεινεν ετων δωδεκα, αφου ανεβησαν εις Ιεροσολυμα κατα το εθος της εορτης | 42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς |
43 και ετελειωσαν τας ημερας, ενω αυτοι υπεστρεφον, το παιδιον ο Ιησους εμεινεν οπισω εν Ιερουσαλημ, και δεν ενοησεν ο Ιωσηφ και η μητηρ αυτου. | 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. |
44 Νομισαντες δε οτι αυτος ητο εν τη συνοδια, ηλθον μιας ημερας οδον και ανεζητουν αυτον μεταξυ των συγγενων και των γνωριμων. | 44 νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, |
45 Και μη ευροντες αυτον, υπεστρεψαν εις Ιερουσαλημ ζητουντες αυτον. | 45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν. |
46 Και μετα τρεις ημερας ευρον αυτον εν τω ιερω καθημενον εν μεσω των διδασκαλων και ακουοντα αυτον και ερωτωντα αυτους. | 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· |
47 Εξισταντο δε παντες οι ακουοντες αυτον δια την συνεσιν και τας αποκρισεις αυτου. | 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. |
48 Και ιδοντες αυτον εξεπλαγησαν, και ειπε προς αυτον η μητηρ αυτου? Τεκνον, δια τι επραξας εις ημας ουτως; ιδου, ο πατηρ σου και εγω καταλυπουμενοι σε εζητουμεν. | 48 Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. |
49 Και ειπε προς αυτους? Δια τι με εζητειτε; δεν ηξευρετε οτι πρεπει να ημαι εις τα του Πατρος μου; | 49 καὶ εἶπεν πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; |
50 Και αυτοι δεν ενοησαν τον λογον, τον οποιον ελαλησε προς αυτους. | 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. |
51 Και κατεβη μετ' αυτων και ηλθεν εις Ναζαρετ, και ητο υποτασσομενος εις αυτους. Η δε μητηρ αυτου εφυλαττε παντας τους λογους τουτους εν τη καρδια αυτης. | 51 καὶ κατέβη μετ’ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρὲθ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. |
52 Και ο Ιησους προεκοπτεν εις σοφιαν και ηλικιαν και χαριν παρα Θεω και ανθρωποις. | 52 Καὶ Ἰησοῦς προέκοπτεν [ἐν τῇ] σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις. |