SCRUTATIO

Mercoledi, 15 ottobre 2025 - Santa Teresa d´Avila ( Letture di oggi)

Djela apostolska 14


font
Biblija HrvatskiLXX
1 U Ikoniju isto tako uđoše u židovsku sinagogu i govorahu tako da povjerova veliko mnoštvo Židova i Grka.1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 Ali nepokorni Židovi razdražiše i podjariše pogane protiv braće.2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 Oni se ipak zadržaše duže vremena, smjeli u Gospodinu koji je svjedočio za Riječ milosti svoje, davao da se po njihovim rukama događaju znamenja i čudesa.3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι [ἐπὶ] τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 Mnoštvo se gradsko podvoji: jedni bijahu za Židove, drugi za apostole.4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 Pogani i Židovi sa svojim glavarima navališe da zlostave i kamenuju apostole.5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 Kada to opaziše, prebjegoše oni u likaonske gradove Listru i Derbu i okolicu.6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 Ondje su navješćivali evanđelje.7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
8 U Listri je sjedio neki čovjek uzetih nogu, hrom od majčine utrobe; nikada nije hodao.8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν.
9 Čuo je Pavla gdje govori.9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
10 Pavao ga pronikne pogledom, vidje da ima vjeru u spasenje pa mu iza glasa reče: »Uspravi se na noge!« On skoči i prohoda.10 εἶπεν μεγάλῃ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
11 Kad mnoštvo ugleda što učini Pavao, povika likaonski: »Bogovi u ljudskom obličju siđoše k nama!«11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς,
12 I nazvaše Barnabu Zeusom, a Pavla Hermesom jer je Pavao vodio riječ.12 ἐκάλουν τε τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 A svećenik Zeusa Predgradskoga dovede pred vrata bikove i vijence te u zajednici s narodom htjede žrtvovati.13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 Kada su to dočuli apostoli Barnaba i Pavao, razdriješe haljine i uletješe u narod vičući:14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 »Ljudi, što to radite? I mi smo smrtnici, baš kao i vi! Navješćujemo vam da se od tih ispraznosti obratite k Bogu živomu, koji stvori nebo i zemlju, more i sve što je u njima.15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 On je u prošlim naraštajima pustio da svi pogani pođu svojim putovima.16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 Ipak ne ostavi sebe neposvjedočena: dobročinstva iskazuje, s neba vam kišu daje i vremena plodonosna, napunja hranom i radošću srca vaša.«17 καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 I tako govoreći, jedva sklonuše mnoštvo da im ne žrtvuje.18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Uto iz Antiohije i Ikonija nadođu neki Židovi, pridobiju svjetinu te kamenuju Pavla i odvuku ga izvan grada misleći da je mrtav.19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως νομίζοντες αὐτὸν τεθνηκέναι.
20 Kad ga pak okružiše učenici, usta on i uđe u grad. Sutradan ode s Barnabom u Derbu.20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
21 Pošto navijestiše evanđelje tomu gradu i mnoge učiniše učenicima, vratiše se u Listru, u Ikonij i u Antiohiju.21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν
22 Učvršćivali su duše učenika bodreći ih da ustraju u vjeri jer da nam je kroz mnoge nevolje ući u kraljevstvo Božje.22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
23 Postavljali su im po crkvama starješine te ih, nakon molitve i posta, povjeravahu Gospodinu u kojega su povjerovali.23 χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
24 Pošto su prešli Pizidiju, stigoše u Pamfiliju.24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν
25 U Pergi navijestiše Riječ pa siđu u Ataliju.25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν
26 Odande pak odjedriše u Antiohiju, odakle ono bijahu povjereni milosti Božjoj za djelo koje izvršiše.26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 Kada stigoše, sabraše Crkvu i pripovjediše što sve učini Bog po njima: da i poganima otvori vrata vjere.27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 I proveli su nemalo vremena s učenicima.28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.