Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Apocalisse - Revelation 14


font
GREEK BIBLELXX
1 Και ειδον, και ιδου Αρνιον ισταμενον επι το ορος Σιων, και μετ' αυτου εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες, εχουσαι το ονομα του Πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων.1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιὼν καὶ μετ’ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
2 Και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης? και ηκουσα φωνην κιθαρωδων οιτινες εκιθαριζον με τας κιθαρας αυτων.2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3 Και εψαλλον ως ωδην νεαν ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων? και ουδεις ηδυνατο να μαθη την ωδην, ειμη αι εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες, οι ηγορασμενοι απο της γης.3 καὶ ᾄδουσιν [ὡς] ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4 Ουτοι ειναι οι μη μολυνθεντες με γυναικας? διοτι παρθενοι ειναι. Ουτοι ειναι οι ακολουθουντες το Αρνιον οπου αν υπαγη. Ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη εις τον Θεον και εις το Αρνιον?4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν, οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
5 και εν τω στοματι αυτων δεν ευρεθη δολος, διοτι ειναι αμωμοι ενωπιον του θρονου Θεου,5 καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν.
6 Και ειδον αλλον αγγελον πετωμενον εις το μεσουρανημα, οστις ειχεν ευαγγελιον αιωνιον, δια να κηρυξη εις τους κατοικουντας επι της γης και εις παν εθνος και φυλην και γλωσσαν και λαον,6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7 και ελεγε μετα φωνης μεγαλης? Φοβηθητε τον Θεον και δοτε δοξαν εις αυτον, διοτι ηλθεν η ωρα της κρισεως αυτου, και προσκυνησατε τον ποιησαντα τον ουρανον και την γην και την θαλασσαν και τας πηγας των υδατων.7 λέγων ἐν φωνῇ μεγάλῃ·
φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
8 Και αλλος αγγελος ηκολουθησε, λεγων? Επεσεν, επεσε Βαβυλων η πολις η μεγαλη, διοτι εκ του οινου του θυμου της πορνειας αυτης εποτισε παντα τα εθνη.8 Καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων·
ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
9 Και τριτος αγγελος ηκολουθησεν αυτους, λεγων μετα φωνης μεγαλης? Οστις προσκυνει το θηριον και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι της χειρος αυτου,9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ·
εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10 και αυτος θελει πιει εκ του οινου του θυμου του Θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου, και θελει βασανισθη με πυρ και θειον ενωπιον των αγιων αγγελων και ενωπιον του Αρνιου.10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.
11 Και ο καπνος του βασανισμου αυτων αναβαινει εις αιωνας αιωνων, και δεν εχουσιν αναπαυσιν ημεραν και νυκτα οσοι προσκυνουσι το θηριον και την εικονα αυτου και οστις λαμβανει το χαραγμα του ονοματος αυτου.11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12 Εδω ειναι η υπομονη των αγιων, εδω οι φυλαττοντες τας εντολας του Θεου και την πιστιν του Ιησου.12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13 Και ηκουσα φωνην εκ του ουρανου λεγουσαν προς εμε? Γραψον, Μακαριοι οι νεκροι, οιτινες αποθνησκουσιν εν Κυριω απο του νυν. Ναι, λεγει το Πνευμα, δια να αναπαυθωσιν απο των κοπων αυτων, και τα εργα αυτων ακολουθουσι με αυτους.13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· γράψον·
μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.
14 Και ειδον, και ιδου, νεφελη λευκη, και επι της νεφελης εκαθητο τις ομοιος με υιον ανθρωπου, εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον κοπτερον.14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
15 Και αλλος αγγελος εξηλθεν εκ του ναου, κραζων μετα μεγαλης φωνης προς τον καθημενον επι της νεφελης. Πεμψον το δρεπανον σου και θερισον, διοτι ηλθεν εις σε η ωρα του να θερισης, επειδη εξηρανθη ο θερισμος της γης.15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης·
πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16 Και ο καθημενος επι της νεφελης εβαλε το δρεπανον αυτου επι την γην, και εθερισθη η γη.16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐθερίσθη ἡ γῆ.
17 Και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω, εχων και αυτος δρεπανον κοπτερον.17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
18 Και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηριου, εχων εξουσιαν επι του πυρος, και εφωναξε μετα κραυγης μεγαλης προς τον εχοντα το δρεπανον το κοπτερον, λεγων? Πεμψον το δρεπανον σου το κοπτερον και τρυγησον τους βοτρυας της αμπελου της γης, διοτι ωριμασαν τα σταφυλια αυτης.18 καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου [ὁ] ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
19 Και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησε την αμπελον της γης και ερριψε τα τρυγηθεντα εις τον μεγαλον ληνον του θυμου του Θεου.19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
20 Και επατηθη ο ληνος εξω της πολεως, και εξηλθεν αιμα εκ του ληνου εως των χαλινων των ιππων εις διαστημα χιλιων εξακοσιων σταδιων.20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.