Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera agli Ebrei - Hebrews 9


font
GREEK BIBLELXX
1 Ειχε μεν λοιπον και η πρωτη σκηνη διαταξεις λατρειας και το αγιον το κοσμικον.1 Εἶχεν μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
2 Διοτι κατεσκευασθη σκηνη η πρωτη, εις την οποιαν ητο και η λυχνια και η τραπεζα και η προθεσις των αρτων, ητις λεγεται Αγια.2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·
3 Μετα δε το δευτερον καταπετασμα ητο σκηνη η λεγομενη Αγια αγιων,3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
4 εχουσα χρυσουν θυμιατηριον και την κιβωτον της διαθηκης πανταχοθεν περικεκαλυμμενην με χρυσιον, εν η ητο σταμνος χρυση, εχουσα το μαννα, και η ραβδος του Ααρων η βλαστησασα και αι πλακες της διαθηκης,4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,
5 υπερανω δε αυτης ησαν Χερουβειμ δοξης κατασκιαζοντα το ιλαστηριον? περι των οποιων δεν ειναι τωρα χρεια να λεγωμεν κατα μερος.5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
6 Οντων δε τουτων ουτω κατεσκευασμενων, εις μεν την πρωτην σκηνην εισερχονται διαπαντος οι ιερεις εκτελουντες τας λατρειας,6 Τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
7 εις δε την δευτεραν απαξ του ενιαυτου εισερχεται μονος ο αρχιερευς, ουχι χωρις αιματος, το οποιον προσφερει υπερ εαυτου και των εξ αγνοιας αμαρτηματων του λαου,7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
8 και τουτο εδηλοποιει το Πνευμα το Αγιον, οτι δεν ητο πεφανερωμενη η εις τα αγια οδος, επειδη η πρωτη σκηνη ιστατο ετι?8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
9 ητις ητο τυπος εις τον τοτε παροντα καιρον, καθ' ον προσεφεροντο δωρα και θυσιαι, αιτινες δεν ηδυναντο να καμωσι τελειον κατα την συνειδησιν τον λατρευοντα,9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
10 επειδη ησαν διατεταγμενα μονον εις βρωματα και ποματα και διαφορους βαπτισμους και διαταξεις σαρκικας, μεχρι καιρου διορθωσεως.10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
11 Ελθων δε ο Χριστος αρχιερευς των μελλοντων αγαθων δια της μεγαλητερας και τελειοτερας σκηνης, ουχι χειροποιητου, τουτεστιν ουχι ταυτης της κατασκευης,11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
12 ουδε δι' αιματος τραγων και μοσχων, αλλα δια του ιδιου αυτου αιματος, εισηλθεν απαξ εις τα αγια, αποκτησας αιωνιαν λυτρωσιν.12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.
13 Διοτι εαν το αιμα των ταυρων και τραγων και η σποδος της δαμαλεως ραντιζουσα τους μεμολυσμενους αγιαζη προς την καθαροτητα της σαρκος,13 εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
14 ποσω μαλλον το αιμα του Χριστου, οστις δια του Πνευματος του αιωνιου προσεφερεν εαυτον αμωμον εις τον Θεον, θελει καθαρισει την συνειδησιν σας απο νεκρων εργων εις το να λατρευητε τον ζωντα Θεον;14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
15 Και δια τουτο ειναι μεσιτης διαθηκης καινης, ινα δια του θανατου, οστις εγεινε προς απολυτρωσιν των επι της πρωτης διαθηκης παραβασεων, λαβωσιν οι κεκλημενοι την επαγγελιαν της αιωνιου κληρονομιας.15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
16 Διοτι οπου ειναι διαθηκη, αναγκη να υπαρχη θανατος εκεινου, οστις εκαμε την διαθηκην?16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
17 διοτι η διαθηκη επι τεθνεωτων ειναι βεβαια, επειδη ποτε δεν ισχυει, ενοσω ζη ο διαθετης.17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
18 Οθεν ουδε η πρωτη δεν ητο εγκαινιασμενη χωρις αιματος?18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
19 διοτι αφου πασα εντολη του νομου ελαληθη υπο του Μωυσεως προς παντα τον λαον, λαβων το αιμα των μοσχων και των τραγων με υδωρ και μαλλιον κοκκινον και υσσωπον, ερραντισε και αυτο το βιβλιον και παντα τον λαον,19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων [καὶ τῶν τράγων] μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν
20 λεγων? Τουτο ειναι το αιμα της διαθηκης, την οποιαν διεταξεν εις εσας ο Θεος?20 λέγων·
τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός.
21 και την σκηνην δε και παντα τα σκευη της υπηρεσιας με το αιμα ομοιως ερραντισε.21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν.
22 Και σχεδον με αιμα καθαριζονται παντα κατα τον νομον, και χωρις χυσεως αιματος δεν γινεται αφεσις.22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23 Αναγκη λοιπον ητο οι μεν τυποι των επουρανιων να καθαριζωνται δια τουτων, αυτα ομως τα επουρανια με θυσιας ανωτερας παρα ταυτας.23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας.
24 Διοτι ο Χριστος δεν εισηλθεν εις χειροποιητα αγια, αντιτυπα των αληθινων, αλλ' εις αυτον τον ουρανον, δια να εμφανισθη τωρα ενωπιον του Θεου υπερ ημων?24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
25 ουδε δια να προσφερη πολλακις εαυτον, καθως ο αρχιερευς εισερχεται εις τα αγια κατ' ενιαυτον με ξενον αιμα?25 οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,
26 διοτι επρεπε τοτε πολλακις να παθη απο καταβολης κοσμου? τωρα δε απαξ εις το τελος των αιωνων εφανερωθη, δια να αθετηση την αμαρτιαν δια της θυσιας εαυτου.26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν [τῆς] ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
27 Και καθως ειναι αποφασισμενον εις τους ανθρωπους απαξ να αποθανωσι, μετα δε τουτο ειναι κρισις,27 καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
28 ουτω και ο Χριστος, απαξ προσφερθεις δια να σηκωση τας αμαρτιας πολλων, θελει φανη εκ δευτερου χωρις αμαρτιας εις τους προσμενοντας αυτον δια σωτηριαν.28 οὕτως καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.