Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 1


font
GREEK BIBLELXX
1 Παυλος, αποστολος Ιησου Χριστου δια θεληματος Θεου, και Τιμοθεος ο αδελφος, προς την εκκλησιαν του Θεου την ουσαν εν Κορινθω μετα παντων των αγιων των οντων εν ολη τη Αχαια?1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ,
2 χαρις υμιν και ειρηνη απο Θεου Πατρος ημων και Κυριου Ιησου Χριστου.2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Ευλογητος ο Θεος και Πατηρ του Κυριου ημων Ιησου Χριστου, ο Πατηρ των οικτιρμων και Θεος πασης παρηγοριας,3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,
4 ο παρηγορων ημας εν παση τη θλιψει ημων, δια να δυναμεθα ημεις να παρηγορωμεν τους εν παση θλιψει δια της παρηγοριας, με την οποιαν παρηγορουμεθα ημεις αυτοι υπο του Θεου?4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ.
5 διοτι καθως περισσευουσι τα παθηματα του Χριστου εις ημας, ουτω δια του Χριστου περισσευει και η παρηγορια ημων.5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
6 Και ειτε θλιβομεθα, θλιβομεθα υπερ της παρηγοριας σας και σωτηριας της ενεργουμενης δια της υπομονης των αυτων παθηματων, τα οποια και ημεις πασχομεν? ειτε παρηγορουμεθα, παρηγορουμεθα υπερ της παρηγοριας σας και σωτηριας? και η ελπις, την οποιαν εχομεν, ειναι βεβαια υπερ υμων?6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν.
7 επειδη εξευρομεν οτι καθως εισθε κοινωνοι των παθηματων, ουτω και της παρηγοριας.7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
8 Διοτι δεν θελομεν να αγνοητε, αδελφοι, περι της θλιψεως ημων, ητις συνεβη εις ημας εν τη Ασια, οτι καθ' υπερβολην εστενοχωρηθημεν υπερ δυναμιν, ωστε απηλπισθημεν και του ζην?8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·
9 αλλ' ημεις αυτοι εν εαυτοις, ελαβομεν την αποφασιν του θανατου, δια να μη εχωμεν την πεποιθησιν εις εαυτους, αλλ' εις τον Θεον τον εγειροντα τους νεκρους?9 ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·
10 οστις ηλευθερωσεν ημας εκ τοσουτου μεγαλου θανατου και ελευθερονει, εις τον οποιον ελπιζομεν οτι και οτι θελει ελευθερωσει,10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν [ὅτι] καὶ ἔτι ῥύσεται,
11 ενω και σεις συνεργειτε υπερ ημων δια της δεησεως, δια να γεινη εκ πολλων προσωπων ευχαριστια υπερ ημων δια το δοθεν εις ημας χαρισμα δια πολλων.11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
12 Διοτι το καυχημα ημων ειναι τουτο, η μαρτυρια της συνειδησεως ημων, οτι εν απλοτητι και ειλικρινεια Θεου, ουχι εν σοφια σαρκικη, αλλ' εν χαριτι Θεου επολιτευθημεν εν τω κοσμω, περισσοτερον δε προς εσας.12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ, [καὶ] οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
13 Διοτι δεν σας γραφομεν αλλο, παρ' εκεινα τα οποια αναγινωσκετε η και γνωριζετε, ελπιζω δε οτι και εως τελους θελετε γνωρισει.13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
14 Καθως και μας εγνωρισατε κατα μερος, οτι ειμεθα καυχημα εις εσας, καθως σεις εις ημας, εν τη ημερα του Κυριου Ιησου.14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ.
15 Και με ταυτην την πεποιθησιν ηθελον να ελθω προς εσας προτερον, δια να εχητε δευτεραν χαριν,15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
16 και δι' υμων να διαβω εις Μακεδονιαν, και παλιν απο Μακεδονιας να ελθω προς εσας και απο σας να προπεμφθω εις την Ιουδαιαν.16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
17 Τουτο λοιπον βουλευομενος μηπως ταχα μετεχειρισθην ελαφροτητα; η οσα βουλευομαι, κατα σαρκα βουλευομαι, δια να ηναι εις εμε το ναι ναι, και το ου ου;17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ;
18 Αλλ' ομως πιστος ο Θεος οτι ο λογος ημων ο λαληθεις προς εσας δεν εγεινε ναι και ου.18 πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν ναὶ καὶ οὔ.
19 Διοτι ο Υιος του Θεου Ιησους Χριστος ο κηρυχθεις μεταξυ σας δι' ημων, δι' εμου και του Σιλουανου και του Τιμοθεου, δεν εγεινε ναι και ου, αλλα ναι εγεινεν εν αυτω.19 ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὒ ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.
20 Διοτι πασαι αι επαγγελιαι του Θεου ειναι εν αυτω, το ναι και εν αυτω το αμην, προς δοξαν του Θεου δι ' ημων.20 ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι’ ἡμῶν.
21 Ο δε βεβαιων ημας μεθ' υμων εις Χριστον και ο χρισας ημας ειναι ο Θεος,21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,
22 οστις και εσφραγισεν ημας και εδωκε τον αρραβωνα του Πνευματος εν ταις καρδιαις ημων.22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 Εγω δε μαρτυρα τον Θεον επικαλουμαι εις την ψυχην μου, οτι φειδομενος υμων δεν ηλθον ετι εις Κορινθον.23 Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
24 Ουχι διοτι εχομεν εξουσιαν επι της πιστεως σας, αλλ' ειμεθα συνεργοι της χαρας σας? επειδη εν τη πιστει στεκεσθε.24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.