Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Atti degli Apostoli - Acts 21


font
GREEK BIBLELXX
1 Καθως δε αποσπασθεντες απ' αυτων απεπλευσαμεν, ηλθομεν κατ' ευθειαν εις την Κων, την δε ακολουθον ημεραν εις την Ροδον, και εκειθεν εις Παταρα.1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον κἀκεῖθεν εἰς Πάταρα,
2 Και ευροντες πλοιον μελλον να περαση εις Φοινικην, επεβημεν εις αυτο και απεπλευσαμεν.2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.
3 Και αφου διεκριναμεν μακροθεν την Κυπρον και αφηκαμεν αυτην αριστερα, επλεομεν εις Συριαν, και κατεβημεν εις Τυρον? διοτι εκει εμελλε το πλοιον να εκβαλη το φορτιον αυτου.3 ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν καὶ κατήλθομεν εἰς Τύρον· ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον.
4 Και ευροντες τους μαθητας, εμειναμεν αυτου επτα ημερας? οιτινες ελεγον προς τον Παυλον δια του Πνευματος να μη αναβη εις Ιερουσαλημ.4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα.
5 Αφου δε ετελειωσαμεν τας ημερας εκεινας, εξελθοντες επορευομεθα και προεπεμπον ημας παντες συν γυναιξι και τεκνοις εως εξω της πολεως, και γονατισαντες επι τον αιγιαλον προσηυχηθημεν,5 ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶν καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι
6 και ασπασθεντες αλληλους επεβημεν εις το πλοιον, εκεινοι δε υπεστρεψαν εις τα ιδια.6 ἀπησπασάμεθα ἀλλήλους καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7 Και ημεις τελειωσαντες τον πλουν απο Τυρου κατηντησαμεν εις Πτολεμαιδα, και ασπασθεντες τους αδελφους εμειναμεν παρ' αυτοις μιαν ημεραν.7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς.
8 Τη δε επαυριον, ο Παυλος και οι περι αυτον αναχωρησαντες, ηλθομεν εις Καισαρειαν? και εισελθοντες εις τον οικον Φιλιππου του Ευαγγελιστου, του οντος εκ των επτα, εμειναμεν παρ' αυτω.8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ’ αὐτῷ.
9 Ειχε δε ουτος τεσσαρας θυγατερας παρθενους, αιτινες προεφητευον.9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι.
10 Και ενω διετριβομεν εκει ημερας πολλας, κατεβη απο της Ιουδαιας προφητης τις ονοματι Αγαβος,10 Ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος,
11 και ελθων προς ημας, ελαβε την ζωνην του Παυλου και δεσας τας χειρας εαυτου και τους ποδας ειπε? Ταυτα λεγει το Πνευμα το Αγιον? Τον ανδρα, του οποιου ειναι η ζωνη αυτη, ουτω θελουσι δεσει εν Ιερουσαλημ οι Ιουδαιοι και θελουσι παραδωσει εις τας χειρας των εθνων.11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
12 Και ως ηκουσαμεν ταυτα, παρεκαλουμεν αυτον και ημεις και οι εντοπιοι να μη αναβη εις Ιερουσαλημ.12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ.
13 Ο Παυλος ομως απεκριθη? Τι καμνετε, κλαιοντες και καταθλιβοντες την καρδιαν μου; επειδη εγω ουχι μονον να δεθω, αλλα και να αποθανω εις Ιερουσαλημ ειμαι ετοιμος υπερ του ονοματος του Κυριου Ιησου.13 τότε ἀπεκρίθη ὁ Παῦλος· τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ.
14 Και επειδη δεν επειθετο, ησυχασαμεν ειποντες? Ας γεινη το θελημα του Κυριου.14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· τοῦ κυρίου τὸ θέλημα γινέσθω.
15 Μετα δε τας ημερας ταυτας ετοιμασαντες την αποσκευην ημων, ανεβαινομεν εις Ιερουσαλημ?15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα·
16 ηλθον δε μεθ' ημων και τινες των μαθητων εκ της Καισαρειας, φεροντες Μνασωνα τινα Κυπριον, παλαιον μαθητην, παρα τω οποιω εμελλομεν να ξενισθωμεν.16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17 Και αφου ηλθομεν εις Ιεροσολυμα, μετα χαρας εδεχθησαν ημας οι αδελφοι.17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
18 Την δε ακολουθον ημεραν υπηγεν ο Παυλος μεθ' ημων προς τον Ιακωβον, και ηλθον παντες οι πρεσβυτεροι.18 Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
19 Και ασπασθεις αυτους, διηγειτο καθ' εν εκαστον οσα εκαμεν ο Θεος μεταξυ των εθνων δια της διακονιας αυτου.19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ’ ἓν ἕκαστον, ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
20 Εκεινοι δε ακουσαντες εδοξαζον τον Κυριον, και ειπον προς αυτον? Βλεπεις, αδελφε, ποσαι μυριαδες ειναι εκ των Ιουδαιων οιτινες επιστευσαν, και παντες ειναι ζηλωται του νομου.20 Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεὸν εἶπόν τε αὐτῷ· θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
21 Εμαθον δε περι σου οτι διδασκεις παντας τους μεταξυ των εθνων Ιουδαιους να αποστατησωσιν απο του Μωυσεως, λεγων να μη περιτεμνωσι τα τεκνα αυτων μηδε να περιπατωσι κατα τα εθιμα.21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
22 Τι ειναι λοιπον; μελλει βεβαιως να συναχθη πληθος? διοτι θελουσιν ακουσει οτι ηλθες.22 τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας.
23 Καμε λοιπον τουτο, το οποιον σοι λεγομεν? Ευρισκονται παρ' ημιν τεσσαρες ανδρες, οιτινες εχουσιν ευχην εφ' εαυτων?23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυτῶν.
24 παραλαβε τουτους και καθαρισθητι μετ' αυτων και δαπανησον δι' αυτους δια να ξυρισθωσι την κεφαλην, και να γνωρισωσι παντες οτι δεν υπαρχει ουδεν εκ των οσα εμαθον περι σου, αλλ' ακολουθεις και συ φυλαττων τον νομον.24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
25 Περι δε των εθνων, τα οποια επιστευσαν, ημεις εγραψαμεν, αποφασισαντες να μη φυλαττωσι μηδεν τοιουτον, παρα μονον να απεχωσιν απο του ειδωλοθυτου και του αιματος και πνικτου και πορνειας.25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
26 Τοτε ο Παυλος παραλαβων τους ανδρας, την ακολουθον ημεραν καθαρισθεις μετ' αυτων εισηλθεν εις το ιερον, διαγγελλων ποτε εκπληρουνται αι ημεραι του καθαρισμου, οτε θελει γεινει προσφορα υπερ ενος εκαστου αυτων.26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθείς, εἰσῄει εἰς τὸ ἱερὸν διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27 Ως δε εμελλον αι επτα ημεραι να συντελεσθωσιν, οι απο της Ασιας Ιουδαιοι ιδοντες αυτον εν τω ιερω, εταραξαν παντα τον οχλον και εβαλον τας χειρας επ' αυτον,27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας
28 κραζοντες? Ανδρες Ισραηλιται, βοηθειτε? ουτος ειναι ο ανθρωπος, οστις διδασκει παντας πανταχου εναντιον του λαου και του νομου και του τοπου τουτου? προς τουτοις δε εισηγαγε και Ελληνας εις το ιερον και εβεβηλωσε τον αγιον τουτον τοπον?28 κράζοντες· ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
29 διοτι ειχον ιδει προλαβοντως Τροφιμον τον Εφεσιον μετ' αυτου εν τη πολει, τον οποιον ενομιζον οτι ο Παυλος εισηγαγεν εις το ιερον.29 ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
30 Και εκινηθη η πολις ολη και εγεινε συρροη του λαου, και πιασαντες τον Παυλον εσυρον αυτον εξω του ιερου, και ευθυς εκλεισθησαν αι θυραι.30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
31 Ενω δε εζητουν να θανατωσωσιν αυτον, ανεβη η φημη εις τον χιλιαρχον του ταγματος, οτι ολη η Ιερουσαλημ ειναι τεταραγμενη?31 Ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται Ἰερουσαλήμ.
32 οστις παραλαβων ευθυς στρατιωτας και εκατονταρχους, εδραμε κατω προς αυτους. Οι δε ιδοντες τον χιλιαρχον και τους στρατιωτας, επαυσαν να τυπτωσι τον Παυλον.32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ’ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
33 Τοτε πλησιασας ο χιλιαρχος, επιασεν αυτον και προσεταξε να δεθη με δυο αλυσεις, και ηρωτα τις ητο και τι ειχε πραξει.33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
34 Και εφωναζον μεταξυ του οχλου αλλοι αλλο τι και αλλοι αλλο? μη δυναμενος δε δια τον θορυβον να μαθη το βεβαιον, προσεταξε να φερθη εις το φρουριον.34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ. μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
35 Οτε δε εφθασεν εις τας βαθμιδας, συνεβη να βασταζηται υπο των στρατιωτων δια την βιαν του οχλου?35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου,
36 επειδη το πληθος του λαου ηκολουθει, κραζον? Σηκωσον αυτον.36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες· αἶρε αὐτόν.
37 Ενω δε εμελλεν ο Παυλος να εισαχθη εις το φρουριον, λεγει προς τον χιλιαρχον? Μοι ειναι συγκεχωρημενον να σοι ειπω τι; Ο δε ειπεν? Εξευρεις Ελληνικα;37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
38 δεν εισαι συ ταχα ο Αιγυπτιος, ο προ των ημερων τουτων διεγειρας εις αποστασιαν και εκβαλων εις την ερημον τους τετρακισχιλιους ανδρας φονεις;38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
39 Και ο Παυλος ειπεν? Εγω ειμαι ανθρωπος Ιουδαιος εκ της Ταρσου, πολιτης επισημου πολεως της Κιλικιας και σε παρακαλω, δος μοι την αδειαν να λαλησω προς τον λαον.39 εἶπεν δὲ ὁ Παῦλος· ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
40 Και αφου εδωκεν εις αυτον την αδειαν, ο Παυλος, σταθεις επι των βαθμιδων, εσεισε την χειρα εις τον λαον? και γενομενης σιωπης μεγαλης, ελαλησεν εις την Εβραικην διαλεκτον, λεγων?40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ. πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων·