1 Και την τριτην ημεραν εγεινε γαμος εν Κανα της Γαλιλαιας, και ητο η μητηρ του Ιησου εκει. | 1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· |
2 Προσεκληθη δε και ο Ιησους και οι μαθηται αυτου εις τον γαμον. | 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. |
3 Και επειδη ελειψεν ο οινος, λεγει η μητηρ του Ιησου προς αυτον? Οινον δεν εχουσι. | 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσιν. |
4 Λεγει προς αυτην ο Ιησους? Τι ειναι μεταξυ εμου και σου, γυναι; δεν ηλθεν ετι η ωρα μου. | 4 [καὶ] λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. |
5 Λεγει η μητηρ αυτου προς τους υπηρετας? Ο, τι σας λεγει, καμετε. | 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. |
6 Ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα το εθος του καθαρισμου των Ιουδαιων, χωρουσαι εκαστη δυο η τρια μετρα. | 6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. |
7 Λεγει προς αυτους ο Ιησους? Γεμισατε τας υδριας υδατος. Και εγεμισαν αυτας εως ανω. | 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. |
8 Και λεγει προς αυτους? Αντλησατε τωρα και φερετε προς τον αρχιτρικλινον. Και εφεραν. | 8 καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν. |
9 Καθως δε ο αρχιτρικλινος εγευθη το υδωρ εις οινον μεταβεβλημενον και δεν ηξευρε ποθεν ειναι, οι υπηρεται ομως ηξευρον οι αντλησαντες το υδωρ φωναζει τον νυμφιον ο αρχιτρικλινος | 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος |
10 και λεγει προς αυτον? Πας ανθρωπος πρωτον τον καλον οινον βαλλει, και αφου πιωσι πολυ, τοτε τον κατωτερον? συ εφυλαξας τον καλον οινον εως τωρα. | 10 καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. |
11 Ταυτην την αρχην των θαυματων εκαμεν ο Ιησους εν Κανα της Γαλιλαιας και εφανερωσε την δοξαν αυτου, και επιστευσαν εις αυτον οι μαθηται αυτου. | 11 Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. |
12 Μετα τουτο κατεβη εις Καπερναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου, και εκει εμειναν ουχ πολλας ημερας. | 12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ [αὐτοῦ] καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. |
13 Επλησιαζε δε το πασχα των Ιουδαιων, και ανεβη εις Ιεροσολυμα ο Ιησους. | 13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. |
14 Και ευρεν εν τω ιερω, τους πωλουντας βοας και προβατα και περιστερας, και τους αργυραμοιβους καθημενους. | 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, |
15 Και ποιησας μαστιγα εκ σχοινιων, εδιωξε παντας εκ του ιερου και τα προβατα και τους βοας, και τα νομισματα των αργυραμοιβων εχυσε και τας τραπεζας ανετρεψε, | 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν, |
16 και προς τους πωλουντας τας περιστερας ειπε? Σηκωσατε ταυτα εντευθεν? μη καμνετε τον οικον του Πατρος μου οικον εμποριου. | 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. |
17 Τοτε ενεθυμηθησαν οι μαθηται αυτου οτι ειναι γεγραμμενον, Ο ζηλος του οικου σου με κατεφαγεν. | 17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. |
18 Απεκριθησαν λοιπον οι Ιουδαιοι και ειπον προς αυτον? Τι σημειον δεικνυεις εις ημας, διοτι καμνεις ταυτα; | 18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; |
19 Απεκριθη ο Ιησους και ειπε προς αυτους? Χαλασατε τον ναον τουτον, και δια τριων ημερων θελω εγειρει αυτον. | 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. |
20 Και οι Ιουδαιοι ειπον? Εις τεσσαρακοντα και εξ ετη ωκοδομηθη ο ναος ουτος, και συ θελεις εγειρει αυτον εις τρεις ημερας; | 20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; |
21 Εκεινος ομως ελεγε περι του ναου του σωματος αυτου. | 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. |
22 Οτε λοιπον ηγερθη εκ νεκρων, ενεθυμηθησαν οι μαθηται αυτου οτι τουτο ελεγε προς αυτους, και επιστευσαν εις την γραφην και εις τον λογον, τον οποιον ειπεν ο Ιησους. | 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς. |
23 Και ενω ητο εν Ιεροσολυμοις κατα την εορτην του πασχα, πολλοι επιστευσαν εις το ονομα αυτου, βλεποντες αυτου τα θαυματα, τα οποια εκαμνεν. | 23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· |
24 Αυτος δε ο Ιησους δεν ενεπιστευετο εις αυτους, διοτι εγνωριζε παντας, | 24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας |
25 και διοτι δεν ειχε χρειαν δια να μαρτυρηση τις περι του ανθρωπου? επειδη αυτος εγνωριζε τι ητο εντος του ανθρωπου. | 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ. |