Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Luca - Luke 21


font
GREEK BIBLELXX
1 Αναβλεψας δε ειδε τους πλουσιους, τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον?1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
2 ειδε δε και χηραν τινα πτωχην, βαλλουσαν εκει δυο λεπτα,2 εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο,
3 και ειπεν? Αληθως σας λεγω οτι η πτωχη αυτη χηρα εβαλε περισσοτερον παντων?3 καὶ εἶπεν· ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν·
4 διοτι απαντες ουτοι εκ του περισσευματος αυτων εβαλον εις τα δωρα του Θεου, αυτη ομως εκ του υστερηματος αυτης εβαλεν ολην την περιουσιαν οσην ειχε.4 πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
5 Και ενω τινες ελεγον περι του ιερου οτι ειναι εστολισμενον με λιθους ωραιους και αφιερωματα, ειπε?5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
6 Ταυτα, τα οποια θεωρειτε, θελουσιν ελθει ημεραι, εις τας οποιας δεν θελει αφεθη λιθος επι λιθον, οστις δεν θελει κατακρημνισθη.6 ταῦτα ἃ θεωρεῖτε ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
7 Ηρωτησαν δε αυτον, λεγοντες? Διδασκαλε, ποτε λοιπον θελουσι γεινει ταυτα και τι το σημειον, οταν μελλωσι ταυτα να γεινωσιν;7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
8 Ο δε ειπε? Βλεπετε μη πλανηθητε? διοτι πολλοι θελουσιν ελθει εν τω ονοματι μου, λεγοντες οτι Εγω ειμαι και Ο καιρος επλησιασε. Μη υπαγητε λοιπον οπισω αυτων.8 ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι, καί· ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9 Οταν δε ακουσητε πολεμους και ακαταστασιας, μη φοβηθητε? διοτι πρεπει ταυτα να γεινωσι πρωτον, αλλα δεν ειναι ευθυς το τελος.9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
10 Τοτε ελεγε προς αυτους? θελει εγερθη εθνος επι εθνος και βασιλεια επι βασιλειαν,10 Τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
11 και θελουσι γεινει κατα τοπους σεισμοι μεγαλοι και πειναι και λοιμοι, και θελουσιν εισθαι φοβητρα και σημεια μεγαλα απο του ουρανου.11 σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
12 Προ δε τουτων παντων θελουσιν επιβαλει εφ' υμας τας χειρας αυτων, και θελουσι σας καταδιωξει, παραδιδοντες εις συναγωγας και φυλακας, φερομενους εμπροσθεν βασιλεων και ηγεμονων ενεκεν του ονοματος μου?12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
13 και τουτο θελει αποβη εις εσας προς μαρτυριαν.13 ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14 Βαλετε λοιπον εις τας καρδιας σας να μη προμελετατε τι να απολογηθητε?14 θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
15 διοτι εγω θελω σας δωσει στομα και σοφιαν, εις την οποιαν δεν θελουσι δυνηθη να αντιλογησωσιν ουδε να αντισταθωσι παντες οι εναντιοι σας.15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
16 Θελετε δε παραδοθη και υπο γονεων και αδελφων και συγγενων και φιλων, και θελουσι θανατωσει τινας εξ υμων,16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
17 και θελετε εισθαι μισουμενοι υπο παντων δια το ονομα μου?17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
18 πλην θριξ εκ της κεφαλης σας δεν θελει χαθη?18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
19 δια της υπομονης σας αποκτησατε τας ψυχας σας.19 ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
20 Οταν δε ιδητε την Ιερουσαλημ περικυκλουμενην υπο στρατοπεδων, τοτε γνωρισατε οτι επλησιασεν η ερημωσις αυτης.20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21 Τοτε οι οντες εν τη Ιουδαια ας φευγωσιν εις τα ορη, και οι εν μεσω αυτης ας αναχωρωσιν εξω, και οι εν τοις αγροις ας μη εμβαινωσιν εις αυτην,21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
22 διοτι ημεραι εκδικησεως ειναι αυται, δια να πληρωθωσι παντα τα γεγραμμενα.22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23 Ουαι δε εις τας εγκυμονουσας και τας θηλαζουσας εν εκειναις ταις ημεραις? διοτι θελει εισθαι μεγαλη στενοχωρια επι της γης και οργη κατα του λαου τουτου,23 οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
24 και θελουσι πεσει εν στοματι μαχαιρας και θελουσι φερθη αιχμαλωτοι εις παντα τα εθνη, και η Ιερουσαλημ θελει εισθαι πατουμενη υπο εθνων, εωσου εκπληρωθωσιν οι καιροι των εθνων.24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
25 Και θελουσιν εισθαι σημεια εν τω ηλιω και τη σεληνη και τοις αστροις, και επι της γης στενοχωρια εθνων εν απορια, και θελει ηχει η θαλασσα και τα κυματα,25 Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
26 οι ανθρωποι θελουσιν αποψυχει εκ του φοβου και προσδοκιας των επερχομενων δεινων εις την οικουμενην? διοτι αι δυναμεις των ουρανων θελουσι σαλευθη.26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27 Και τοτε θελουσιν ιδει τον Υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης.27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28 Οταν δε ταυτα αρχισωσι να γινωνται, ανακυψατε και σηκωσατε τας κεφαλας σας, διοτι πλησιαζει η απολυτρωσις σας.28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29 Και ειπε προς αυτους παραβολην? Ιδετε την συκην και παντα τα δενδρα.29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
30 Οταν ηδη ανοιξωσι, βλεποντες γνωριζετε αφ' εαυτων οτι ηδη το θερος ειναι πλησιον.30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
31 Ουτω και σεις, οταν ιδητε ταυτα γινομενα, εξευρετε οτι ειναι πλησιον η βασιλεια του Θεου.31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
32 Αληθως σας λεγω οτι δεν θελει παρελθει η γενεα αυτη, εωσου γεινωσι παντα ταυτα.32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
33 Ο ουρανος και η γη θελουσι παρελθει, οι δε λογοι μου δεν θελουσι παρελθει.33 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34 Προσεχετε δε εις εαυτους μηποτε βαρυνθωσιν αι καρδιαι σας απο κραιπαλης και μεθης και μεριμνων βιωτικων, και επελθη αιφνιδιος εφ' υμας η ημερα εκεινη?34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
35 διοτι ως παγις θελει επελθει επι παντας τους καθημενους επι προσωπον πασης της γης.35 ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36 Αγρυπνειτε λοιπον δεομενοι εν παντι καιρω, δια να καταξιωθητε να εκφυγητε παντα ταυτα τα μελλοντα να γεινωσι και να σταθητε εμπροσθεν του Υιου του ανθρωπου.36 ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 Και τας μεν ημερας εδιδασκεν εν τω ιερω, τας δε νυκτας εξερχομενος διενυκτερευεν εις το ορος το ονομαζομενον Ελαιων?37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·
38 και πας ο λαος απο του ορθρου συνηρχετο προς αυτον εν τω ιερω δια να ακουη αυτον.38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.