Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

Vangelo secondo Luca - Luke 16


font
GREEK BIBLELXX
1 Ελεγε δε και προς τους μαθητας αυτου? Ητο ανθρωπος τις πλουσιος, οστις ειχεν οικονομον, και ουτος κατηγορηθη προς αυτον ως διασκορπιζων τα υπαρχοντα αυτου.1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς· ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
2 Και κραξας αυτον, ειπε προς αυτον? Τι ειναι τουτο το οποιον ακουω περι σου; δος τον λογαριασμον της οικονομιας σου? διοτι δεν θελεις δυνηθη πλεον να ησαι οικονομος.2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
3 Ειπε δε καθ' εαυτον ο οικονομος? Τι να καμω, επειδη ο κυριος μου αφαιρει απ' εμου την οικονομιαν; να σκαπτω δεν δυναμαι, να ζητω εντρεπομαι?3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.
4 ενοησα τι πρεπει να καμω, δια να με δεχθωσιν εις τους οικους αυτων, οταν αποβληθω της οικονομιας.4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν.
5 Και προσκαλεσας ενα εκαστον των χρεωφειλετων του κυριου αυτου, ειπε προς τον πρωτον? Ποσον χρεωστεις εις τον κυριον μου;5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· πόσον ὀφείλεις τῷ κυρίῳ μου;
6 Ο δε ειπεν? Εκατον μετρα ελαιου. Και ειπε προς αυτον? Λαβε το εγγραφον σου και καθησας ταχεως γραψον πεντηκοντα.6 ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ· δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
7 Επειτα ειπε προς αλλον? Συ δε ποσον χρεωστεις; Ο δε ειπεν? Εκατον μοδια σιτου. Και λεγει προς αυτον? Λαβε το εγγραφον σου και γραψον ογδοηκοντα.7 ἔπειτα ἑτέρῳ εἶπεν· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ· δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.
8 Και επηνεσεν ο κυριος τον αδικον οικονομον, οτι φρονιμως επραξε? διοτι οι υιοι του αιωνος τουτου ειναι φρονιμωτεροι εις την εαυτων γενεαν παρα τους υιους του φωτος.8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν.
9 Και εγω σας λεγω? Καμετε εις εαυτους φιλους εκ του μαμωνα της αδικιας, δια να σας δεχθωσιν εις τας αιωνιους σκηνας, οταν εκλειψητε.9 Καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
10 Ο εν τω ελαχιστω πιστος και εν τω πολλω πιστος ειναι, και ο εν τω ελαχιστω αδικος και εν τω πολλω αδικος ειναι.10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
11 Εαν λοιπον εις τον αδικον μαμωνα δεν εφανητε πιστοι, τον αληθινον πλουτον τις θελει σας εμπιστευθη;11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
12 Και εαν εις το ξενον δεν εφανητε πιστοι, τις θελει σας δωσει το ιδικον σας;12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς ὑμῖν δώσει;
13 Ουδεις δουλος δυναται να δουλευη δυο κυριους διοτι η τον ενα θελει μισησει και τον αλλον θελει αγαπησει? η εις τον ενα θελει προσκολληθη και τον αλλον θελει καταφρονησει. Δεν δυνασθε να δουλευητε Θεον και μαμωνα.13 Οὐδεὶς οἰκέτης δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
14 Ηκουον δε ταυτα παντα και οι Φαρισαιοι, φιλαργυροι οντες, και περιεγελων αυτον.14 Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες καὶ ἐξεμυκτήριζον αὐτόν.
15 Και ειπε προς αυτους? Σεις εισθε οι δικαιονοντες εαυτους ενωπιον των ανθρωπων, ο Θεος ομως γνωριζει τας καρδιας σας? διοτι εκεινο, το οποιον μεταξυ των ανθρωπων ειναι υψηλον, βδελυγμα ειναι ενωπιον του Θεου.15 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
16 Ο νομος και οι προφηται εως Ιωαννου υπηρχον? απο τοτε η βασιλεια του Θεου ευαγγελιζεται, και πας τις βιαζεται να εισελθη εις αυτην.16 Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
17 Ευκολωτερον δε ειναι ο ουρανος και η γη να παρελθωσι παρα μια κεραια του νομου να πεση.17 εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
18 Πας οστις χωριζεται την γυναικα αυτου και νυμφευεται αλλην, μοιχευει, και πας οστις νυμφευεται κεχωρισμενην απο ανδρος, μοιχευει.18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
19 Ητο δε ανθρωπος τις πλουσιος και ενεδυετο πορφυραν και στολην βυσσινην, ευφραινομενος καθ' ημεραν μεγαλοπρεπως.19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς.
20 Ητο δε πτωχος τις ονομαζομενος Λαζαρος, οστις εκειτο πεπληγωμενος πλησιον της πυλης αυτου20 πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
21 και επεθυμει να χορτασθη απο των ψιχιων των πιπτοντων απο της τραπεζης του πλουσιου? αλλα και οι κυνες ερχομενοι εγλειφον τας πληγας αυτου.21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
22 Απεθανε δε ο πτωχος και εφερθη υπο των αγγελων εις τον κολπον του Αβρααμ? απεθανε δε και ο πλουσιος και εταφη.22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 Και εν τω αδη υψωσας τους οφθαλμους αυτου, ενω ητο εν βασανοις, βλεπει τον Αβρααμ απο μακροθεν και τον Λαζαρον εν τοις κολποις αυτου.23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
24 Και αυτος φωναξας ειπε? Πατερ Αβρααμ, ελεησον με και πεμψον τον Λαζαρον, δια να βαψη το ακρον του δακτυλου αυτου εις υδωρ και να καταδροσιση την γλωσσαν μου, διοτι βασανιζομαι εν τη φλογι ταυτη?24 καὶ αὐτὸς φωνήσας εἶπεν· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25 ειπε δε ο Αβρααμ? Τεκνον, ενθυμηθητι οτι απελαβες συ τα αγαθα σου εν τη ζωη σου, και ο Λαζαρος ομοιως τα κακα? τωρα ουτος μεν παρηγορειται, συ δε βασανιζεσαι?25 εἶπεν δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
26 και εκτος τουτων παντων, μεταξυ ημων και υμων χασμα μεγα ειναι εστηριγμενον, ωστε οι θελοντες να διαβωσιν εντευθεν προς εσας να μη δυνανται, μηδε οι εκειθεν να διαπερωσι προς υμας.26 καὶ ἐν πᾶσιν τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
27 Ειπε δε? παρακαλω σε λοιπον, πατερ, να πεμψης αυτον εις τον οικον του πατρος μου?27 εἶπεν δέ· ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου,
28 διοτι εχω πεντε αδελφους? δια να μαρτυρηση εις αυτους, ωστε να μη ελθωσι και αυτοι εις τον τοπον τουτον της βασανου.28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
29 Λεγει προς αυτον ο Αβρααμ, Εχουσι τον Μωυσην και τους προφητας? ας ακουσωσιν αυτους.29 λέγει δὲ Ἀβραάμ· ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
30 Ο δε ειπεν? Ουχι, πατερ Αβρααμ, αλλ' εαν τις απο νεκρων υπαγη προς αυτους, θελουσι μετανοησει.30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν.
31 Ειπε δε προς αυτον? Εαν τον Μωυσην και τους προφητας δεν ακουωσιν, ουδε εαν τις αναστηθη εκ νεκρων θελουσι πεισθη.31 εἶπεν δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.