Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Vangelo secondo Marco - Mark 6


font
GREEK BIBLELXX
1 Και εξηλθεν εκειθεν και ηλθεν εις την πατριδα αυτου? και ακολουθουσιν αυτον οι μαθηται αυτου.1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 Και οτε ηλθε το σαββατον, ηρχισε να διδασκη εν τη συναγωγη? και πολλοι ακουοντες εξεπληττοντο και ελεγον? Ποθεν εις τουτον ταυτα; και τις η σοφια η δοθεισα εις αυτον, ωστε και θαυματα τοιαυτα γινονται δια των χειρων αυτου;2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ, καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι;
3 δεν ειναι ουτος ο τεκτων, ο υιος της Μαριας, αδελφος δε του Ιακωβου και Ιωση και Ιουδα και Σιμωνος; και δεν ειναι αι αδελφαι αυτου ενταυθα παρ' ημιν; Και εσκανδαλιζοντο εν αυτω.3 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς Ἰακώβου καὶ Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 Ελεγε δε προς αυτους ο Ιησους οτι δεν ειναι προφητης ανευ τιμης ειμη εν τη πατριδι αυτου και μεταξυ των συγγενων και εν τη οικια αυτου.4 καὶ ἔλεγεν αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5 Και δεν ηδυνατο εκει ουδεν θαυμα να καμη, ειμη οτι επι ολιγους αρρωστους επιθεσας τας χειρας εθεραπευσεν αυτους?5 καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν.
6 και εθαυμαζε δια την απιστιαν αυτων. Και περιηρχετο τας κωμας κυκλω διδασκων.6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
7 Και προσκαλεσας τους δωδεκα, ηρχισε να αποστελλη αυτους δυο δυο? και εδιδεν εις αυτους εξουσιαν κατα των πνευματων των ακαθαρτων,7 Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
8 και παρηγγειλεν εις αυτους να μη βασταζωσι μηδεν εις την οδον ειμη ραβδον μονον, μη σακκιον, μη αρτον, μη χαλκον εις την ζωνην,8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
9 αλλα να ηναι υποδεδεμενοι σανδαλια και να μη ενδυωνται δυο χιτωνας.9 ἀλλ’ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.
10 Και ελεγε προς αυτους? Οπου εαν εισελθητε εις οικιαν, εκει μενετε εωσου εξελθητε εκειθεν.10 καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
11 Και οσοι δεν σας δεχθωσι μηδε σας ακουσωσιν, εξερχομενοι εκειθεν εκτιναξατε τον κονιορτον τον υποκατω των ποδων σας δια μαρτυριαν εις αυτους. Αληθως σας λεγω, ελαφροτερα θελει εισθαι η τιμωρια εις τα Σοδομα η Γομορρα εν ημερα κρισεως, παρα εις την πολιν εκεινην.11 καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.
12 Και εξελθοντες εκηρυττον να μετανοησωσι,12 Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν,
13 και εξεβαλλον πολλα δαιμονια και ηλειφον πολλους αρρωστους με ελαιον και εθεραπευον.13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
14 Και ηκουσεν ο βασιλευς Ηρωδης? διοτι φανερον εγεινε το ονομα αυτου? και ελεγεν οτι Ιωαννης ο Βαπτιστης ανεστη εκ νεκρων, και δια τουτο ενεργουσιν αι δυναμεις εν αυτω.14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 Αλλοι ελεγον οτι ο Ηλιας ειναι? αλλοι δε ελεγον οτι προφητης ειναι η ως εις των προφητων.15 ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν.
16 Ακουσας δε ο Ηρωδης ειπεν οτι ουτος ειναι ο Ιωαννης, τον οποιον εγω απεκεφαλισα? αυτος ανεστη εκ νεκρων.16 ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν· ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη.
17 Διοτι αυτος ο Ηρωδης απεστειλε και επιασε τον Ιωαννην και εδεσεν αυτον εν τη φυλακη δια την Ηρωδιαδα την γυναικα Φιλιππου του αδελφου αυτου, επειδη ειχε λαβει αυτην εις γυναικα.17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·
18 Διοτι ο Ιωαννης ελεγε προς τον Ηρωδην οτι δεν σοι ειναι συγκεχωρημενον να εχης την γυναικα του αδελφου σου.18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 Η δε Ηρωδιας εμισει αυτον και ηθελε να θανατωση αυτον, και δεν ηδυνατο.19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
20 Διοτι ο Ηρωδης εφοβειτο τον Ιωαννην, γνωριζων αυτον ανδρα δικαιον και αγιον, και διεφυλαττεν αυτον και εκαμνε πολλα ακουων αυτου και ευχαριστως ηκουεν αυτου.20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
21 Και οτε ηλθεν αρμοδιος ημερα, καθ' ην ο Ηρωδης εκαμνεν εν τοις γενεθλιοις αυτου δειπνος εις τους μεγιστανας αυτου και εις τους χιλιαρχους και τους πρωτους της Γαλιλαιας,21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 και εισηλθεν η θυγατηρ αυτης της Ηρωδιαδος και εχορευσε και ηρεσεν εις τον Ηρωδην και τους συγκαθημενους, ειπεν ο βασιλευς προς το κορασιον? Ζητησον με ο, τι αν θελης, και θελω σοι δωσει.22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι·
23 Και ωμοσε προς αυτην οτι θελω σοι δωσει ο, τι με ζητησης, εως του ημισεος της βασιλειας μου.23 καὶ ὤμοσεν αὐτῇ [πολλὰ] ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
24 Η δε εξελθουσα ειπε προς την μητερα αυτης? Τι να ζητησω; Η δε ειπε? Την κεφαλην Ιωαννου του Βαπτιστου.24 καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· τί αἰτήσωμαι; ἡ δὲ εἶπεν· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.
25 Και ευθυς εισελθουσα μετα σπουδης εις τον βασιλεα, εζητησε λεγουσα? Θελω να μοι δωσης παραυτα επι πινακι την κεφαλην Ιωαννου του Βαπτιστου.25 καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
26 Και ο βασιλευς, αν και ελυπηθη πολυ, δια τους ορκους ομως και τους συγκαθημενους δεν ηθελησε να απορριψη την αιτησιν αυτης.26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν·
27 Και ευθυς αποστειλας ο βασιλευς δημιον, προσεταξε να φερθη η κεφαλη αυτου. Ο δε απελθων απεκεφαλισεν αυτον εν τη φυλακη27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
28 και εφερε την κεφαλην αυτου επι πινακι και εδωκεν αυτην εις το κορασιον, και το κορασιον εδωκεν αυτην εις την μητερα αυτης.28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 Και ακουσαντες οι μαθηται αυτου, ηλθον και εσηκωσαν το πτωμα αυτου και εθεσαν αυτο εν μνημειω.29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
30 Και συναγονται οι αποστολοι προς τον Ιησουν και απηγγειλαν προς αυτον παντα, και οσα επραξαν και οσα εδιδαξαν.30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 Και ειπε προς αυτους? Ελθετε σεις αυτοι κατ' ιδιαν εις τοπον ερημον και αναπαυεσθε ολιγον? διοτι ησαν πολλοι οι ερχομενοι και οι υπαγοντες, και ουδε να φαγωσιν ηυκαιρουν?31 καὶ λέγει αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
32 και υπηγον εις ερημον τοπον με το πλοιον κατ' ιδιαν.32 Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν.
33 Και ειδον αυτους υπαγοντας οι οχλοι, και πολλοι εγνωρισαν αυτον και συνεδραμον εκει πεζοι απο πασων των πολεων και φθασαντες προ αυτων συνηχθησαν πλησιον αυτου.33 καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοὶ καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς.
34 Εξελθων δε ο Ιησους, ειδε πολυν οχλον και εσπλαγχνισθη δι' αυτους, επειδη ησαν ως προβατα μη εχοντα ποιμενα, και ηρχισε να διδασκη αυτους πολλα.34 Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτούς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 Και επειδη ειχεν ηδη παρελθει ωρα πολλη, προσελθοντες προς αυτον οι μαθηται αυτου, λεγουσιν οτι ερημος ειναι ο τοπος και παρηλθεν ηδη πολλη ωρα?35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
36 απολυσον αυτους, δια να υπαγωσιν εις τους περιξ αγρους και κωμας και αγορασωσιν εις εαυτους αρτους? διοτι δεν εχουσι τι να φαγωσιν.36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.
37 Ο δε αποκριθεις ειπε προς αυτους? Δοτε σεις εις αυτους να φαγωσι. Και λεγουσι προς αυτον? να υπαγωμεν να αγορασωμεν διακοσιων δηναριων αρτους και να δωσωμεν εις αυτους να φαγωσιν;37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοῖς φαγεῖν;
38 Ο δε λεγει προς αυτους? Ποσους αρτους εχετε; υπαγετε και ιδετε. Και αφου ειδον, λεγουσι? Πεντε, και δυο οψαρια.38 ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· πέντε, καὶ δύο ἰχθύας.
39 Και προσεταξεν αυτους να καθισωσι παντας επι του χλωρου χορτου συμποσια συμποσια.39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 Και εκαθησαν πρασιαι ανα εκατον και ανα πεντηκοντα.40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
41 Και λαβων τους πεντε αρτους και τα δυο οψαρια, αναβλεψας εις τον ουρανον ηυλογησε και κατεκοψε τους αρτους και εδιδεν εις τους μαθητας αυτου δια να βαλωσιν εμπροσθεν αυτων, και τα δυο οψαρια εμοιρασεν εις παντας.41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ] ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
42 Και εφαγον παντες και εχορτασθησαν.42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
43 Και εσηκωσαν απο των κλασματων δωδεκα κοφινους πληρεις και απο των οψαριων.43 καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων.
44 Ησαν δε οι φαγοντες τους αρτους εως πεντακισχιλιοι ανδρες.44 καὶ ἦσαν οἱ φαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες.
45 Και ευθυς ηναγκασε τους μαθητας αυτου να εμβωσιν εις το πλοιον και να προυπαγωσιν εις το περαν προς Βηθσαιδαν, εωσου αυτος απολυση τον οχλον?45 Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.
46 και απολυσας αυτους, υπηγεν εις το ορος να προσευχηθη.46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 Και οτε εγεινεν εσπερα, το πλοιον ητο εν τω μεσω της θαλασσης και αυτος μονος επι της γης.47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 Και ειδεν αυτους βασανιζομενους εις το να κωπηλατωσι? διοτι ητο ο ανεμος εναντιος εις αυτους? και περι την τεταρτην φυλακην της νυκτος ερχεται προς αυτους περιπατων επι της θαλασσης, και ηθελε να περαση αυτους.48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελεν παρελθεῖν αὐτούς.
49 Οι δε ιδοντες αυτον περιπατουντα επι της θαλασσης ενομισαν οτι ειναι φαντασμα και ανεκραξαν?49 οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν·
50 διοτι παντες ειδον αυτον και εταραχθησαν. Και ευθυς ελαλησε μετ' αυτων και λεγει προς αυτους? Θαρσειτε, εγω ειμαι, μη φοβεισθε.50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ὁ δὲ εὐθὺς ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
51 Και ανεβη προς αυτους εις το πλοιον, και επαυσεν ο ανεμος? και εξεπληττοντο καθ' εαυτους λιαν καθ' υπερβολην και εθαυμαζον.51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ λίαν [ἐκ περισσοῦ] ἐν ἑαυτοῖς ἐξίσταντο·
52 Διοτι δεν ενοησαν εκ των αρτων, επειδη η καρδια αυτων ητο πεπωρωμενη.52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ’ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
53 Και διαπερασαντες ηλθον εις την γην Γεννησαρετ και ελιμενισθησαν.53 Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54 Και οτε εξηλθον εκ του πλοιου, ευθυς γνωρισαντες αυτον,54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
55 εδραμον εις παντα τα περιχωρα εκεινα και ηρχισαν να περιφερωσιν επι των κραββατων τους αρρωστους, οπου ηκουον οτι ειναι εκει.55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν.
56 Και οπου εισηρχετο εις κωμας η πολεις η αγρους, εθετον εις τας αγορας τους ασθενεις και παρεκαλουν αυτον να εγγισωσι καν το κρασπεδον του ιματιου αυτου? και οσοι ηγγιζον αυτον, εθεραπευοντο.56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.