Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Wisdom 7


font
DOUAI-RHEIMSGREEK BIBLE
1 I myself also am a mortal man, like all others, and of the race of him, that was first made of the earth, and in the womb of my mother I was fashioned to be flesh.1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
2 In the time of ten months I was compacted in blood, of the seed of man, and the pleasure of sleep concurring.2 δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης
3 And being born I drew in the common air, and fell upon the earth, that is made alike, and the first voice which I uttered was crying, as all others do.3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων
4 I was nursed in swaddling clothes, and with great cares.4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν
5 For none of the kings had any other beginning of birth.5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν
6 For all men have one entrance into life, and the like going out.6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση
7 Wherefore I wished, and understanding was given me: and I called upon God, and the spirit of wisdom came upon me:7 διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας
8 And I preferred her before kingdoms and thrones, and esteemed riches nothing in comparison of her.8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς
9 Neither did I compare unto her any precious stone: for all gold in comparison of her, is as a little sand, and silver in respect to her shall be counted as clay.9 οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς
10 I loved her above health and beauty, and chose to have her instead of light: for her light cannot be put out.10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος
11 Now all good things came to me together with her, and innumerable riches through her hands,11 ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς
12 And I rejoiced in all these: for this wisdom went before me, and I knew not that she was the mother of them all.12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων
13 Which I have learned without guile, and communicate without envy, and her riches I hide not.13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι
14 For she is an infinite treasure to men! which they that use, become the friends of God, being commended for the gift of discipline.14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες
15 And God hath given to me to speak as I would, and to conceive thoughts worthy of those things that are given me: because he is the guide of wisdom, and the director of the wise:15 ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής
16 For in his hand are both we, and our words, and all wisdom, and the knowledge and skill of works.16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη
17 For he hath given me the true knowledge of the things that are: to know the disposition of the whole world, and the virtues of the elements,17 αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων
18 The beginning, and ending, and midst of the times, the alterations of their courses, and the changes of seasons,18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν
19 The revolutions of the year, and the dispositions of the stars,19 ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις
20 The natures of living creatures, and rage of wild beasts, the force of winds, and reasonings of men, the diversities of plants, and the virtues of roots,20 φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν
21 And all such things as are hid and not foreseen, I have learned: for wisdom, which is the worker of all things, taught me.21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία
22 For in her is the spirit of understanding: holy, one, manifold, subtile, eloquent, active, undefiled, sure, sweet, loving that which is good, quick, which nothing hindereth, beneficent,22 ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ
23 Gentle, kind, steadfast, assured, secure, having all power, overseeing all things, and containing all spirits, intelligible, pure, subtile.23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων
24 For wisdom is more active than all active things: and reacheth everywhere by reason of her purity.24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα
25 For she is a vapour of the power of God, and a certain pure emanation of the glory of the almighty God: and therefore no defiled thing cometh into her.25 ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει
26 For she is the brightness of eternal light, and the unspotted mirror of God's majesty, and the image of his goodness.26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ
27 And being but one, she can do all things: and remaining in herself the same, she reneweth all things, and through nations conveyeth herself into holy souls, she maketh the friends of God and prophets.27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει
28 For God loveth none but him that dwelleth with wisdom.28 οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα
29 For she is more beautiful than the sun, and above all the order of the stars: being compared with the light, she is found before it.29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα 30τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία
30 For after this cometh night, but no evil can overcome wisdom.30 εν ολη δυναμει αγαπησον τον ποιησαντα σε και τους λειτουργους αυτου μη εγκαταλιπης
31 φοβου τον κυριον και δοξασον ιερεα και δος την μεριδα αυτω καθως εντεταλται σοι απαρχην και περι πλημμελειας και δοσιν βραχιονων και θυσιαν αγιασμου και απαρχην αγιων
32 και πτωχω εκτεινον την χειρα σου ινα τελειωθη η ευλογια σου
33 χαρις δοματος εναντι παντος ζωντος και επι νεκρω μη αποκωλυσης χαριν
34 μη υστερει απο κλαιοντων και μετα πενθουντων πενθησον
35 μη οκνει επισκεπτεσθαι αρρωστον ανθρωπον εκ γαρ των τοιουτων αγαπηθηση
36 εν πασι τοις λογοις σου μιμνησκου τα εσχατα σου και εις τον αιωνα ουχ αμαρτησεις