Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

1 Timothy 4


font
CATHOLIC PUBLIC DOMAINLXX
1 Now the Spirit has clearly said that, in the end times, some persons will depart from the faith, paying attention to spirits of error and the doctrines of devils,1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
2 speaking lies in hypocrisy, and having their consciences seared,2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
3 prohibiting marriage, abstaining from foods, which God has created to be accepted with thanksgiving by the faithful and by those who have understood the truth.3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν.
4 For every creature of God is good, and nothing is to be rejected which is received with thanksgiving;4 ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
5 for it has been sanctified by the Word of God and by prayer.5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
6 By proposing these things to the brothers, you will be a good minister of Christ Jesus, nourished by words of faith, and by the good doctrine that you have secured.6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·
7 But avoid the silly fables of old women. And exercise yourself so as to advance in piety.7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
8 For the exercise of the body is somewhat useful. But piety is useful in all things, holding the promise of life, in the present and in the future.8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
9 This is a faithful saying and worthy of full acceptance.9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
10 For this reason we labor and are maligned: because we hope in the living God, who is the Savior of all men, most especially of the faithful.10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν.
11 Instruct and teach these things.11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
12 Let no one despise your youth, but be an example among the faithful in word, in behavior, in charity, in faith, in chastity.12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
13 Until I arrive, attend to reading, to exhortation, and to doctrine.13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
14 Do not be willing to neglect the grace that is within you, which was given to you through prophecy, with the imposition of the hands of the priesthood.14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
15 Meditate on these things, so that your progress may be manifest to all.15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.
16 Pay attention to yourself and to doctrine. Pursue these things. For in doing so, you will save both yourself and those who listen to you.16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.