Scrutatio

Venerdi, 10 maggio 2024 - San Giobbe ( Letture di oggi)

Lettera agli Efesini - Ephesians 6


font
GREEK BIBLELXX
1 Τα τεκνα, υπακουετε εις τους γονεις σας εν Κυριω? διοτι τουτο ειναι δικαιον.1 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν [ἐν κυρίῳ]· τοῦτο γάρ ἐστιν δίκαιον.
2 Τιμα τον πατερα σου και την μητερα, ητις ειναι εντολη πρωτη με επαγγελιαν,2 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
3 δια να γεινη εις σε καλον και να ησαι μακροχρονιος επι της γης.3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
4 Και οι πατερες, μη παροργιζετε τα τεκνα σας, αλλ' εκτρεφετε αυτα εν παιδεια Κυριου.4 Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.
5 Οι δουλοι, υπακουετε εις τους κατα σαρκα κυριους σας μετα φοβου και τρομου εν απλοτητι της καρδιας σας ως εις τον Χριστον,5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
6 μη κατ' οφθαλμοδουλειαν ως ανθρωπαρεσκοι, αλλ' ως δουλοι του Χριστου, εκπληρουντες το θελημα του Θεου εκ ψυχης,6 μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς,
7 μετ' ευνοιας δουλευοντες εις τον Κυριον και ουχι εις ανθρωπους,7 μετ’ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
8 εξευροντες οτι εκαστος ο, τι καλον πραξη, τουτο θελει λαβει παρα του Κυριου, ειτε δουλος ειτε ελευθερος.8 εἰδότες ὅτι ἕκαστος ἐάν τι ποιήσῃ ἀγαθόν, τοῦτο κομίσεται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος.
9 Και οι κυριοι, τα αυτα πραττετε προς αυτους, αφινοντες την απειλην, εξευροντες οτι και σεις αυτοι εχετε Κυριον εν ουρανοις, και προσωποληψια δεν υπαρχει παρ' αυτω.9 Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.
10 Το λοιπον, αδελφοι μου, ενδυναμουσθε εν Κυριω και εν τω κρατει της ισχυος αυτου.10 Τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
11 Ενδυθητε την πανοπλιαν του Θεου, δια να δυνηθητε να σταθητε εναντιον εις τας μεθοδειας του διαβολου?11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
12 διοτι δεν ειναι η παλη ημων εναντιον εις αιμα και σαρκα, αλλ' εναντιον εις τας αρχας, εναντιον εις τας εξουσιας, εναντιον εις τους κοσμοκρατορας του σκοτους του αιωνος τουτου? εναντιον εις τα πνευματα της πονηριας εν τοις επουρανιοις.12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
13 Δια τουτο αναλαβετε την πανοπλιαν του Θεου, δια να δυνηθητε να αντισταθητε εν τη ημερα τη πονηρα και αφου καταπολεμησητε τα παντα, να σταθητε.13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
14 Σταθητε λοιπον περιεζωσμενοι την οσφυν σας με αληθειαν και ενδεδυμενοι τον θωρακα της δικαιοσυνης14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης
15 και εχοντες υποδεδημενους τους ποδας με την ετοιμασιαν του ευαγγελιου της ειρηνης?15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
16 επι πασι δε αναλαβετε την ασπιδα της πιστεως, δια της οποιας θελετε δυνηθη να σβεσητε παντα τα βελη του πονηρου τα πεπυρωμενα?16 ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ [τὰ] πεπυρωμένα σβέσαι·
17 και λαβετε την περικεφαλαιαν της σωτηριας και την μαχαιραν του Πνευματος, ητις ειναι ο λογος του Θεου,17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.
18 προσευχομενοι εν παντι καιρω μετα πασης προσευχης και δεησεως δια του Πνευματος, και εις αυτο τουτο αγρυπνουντες με πασαν προσκαρτερησιν και δεησιν υπερ παντων των αγιων,18 Διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων
19 και υπερ εμου, δια να δοθη εις εμε λογος να ανοιξω το στομα μου μετα παρρησιας, δια να καμω γνωστον το μυστηριον του ευαγγελιου,19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,
20 υπερ του οποιου ειμαι πρεσβυς, φορων αλυσιν, δια να λαλησω περι αυτου μετα παρρησιας καθως πρεπει να λαλησω.20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
21 Αλλα δια να εξευρητε και σεις τα κατ' εμε, τι καμνω, τα παντα θελει σας φανερωσει ο Τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν Κυριω,21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ,
22 τον οποιον επεμψα προς εσας δι' αυτο τουτο, δια να μαθητε τα περι ημων και να παρηγορηση τας καρδιας σας.22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Ειρηνη εις τους αδελφους και αγαπη μετα πιστεως απο Θεου Πατρος και Κυριου Ιησου Χριστου.23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
24 Η χαρις ειη μετα παντων των αγαπωντων τον Κυριον ημων Ιησουν Χριστον εν καθαροτητι? αμην.24 ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.