Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Luca - Luke 22


font
GREEK BIBLELXX
1 Επλησιαζε δε η εορτη των αζυμων, λεγομενη Πασχα.1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα.
2 Και εζητουν οι αρχιερεις και οι γραμματεις το πως να θανατωσωσιν αυτον διοτι φοβουντο τον λαον.2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 Εισηλθε δε ο Σατανας εις τον Ιουδαν τον επονομαζομενον Ισκαριωτην, οντα εκ του αριθμου των δωδεκα,3 Εἰσῆλθεν δὲ σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
4 και υπηγε και συνελαλησε μετα των αρχιερεων και των στρατηγων το πως να παραδωση αυτον εις αυτους.4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
5 Και εχαρησαν και συνεφωνησαν να δωσωσιν εις αυτον αργυριον?5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
6 και εδωκεν υποσχεσιν και εζητει ευκαιριαν να παραδωση αυτον εις αυτους χωρις θορυβου.6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
7 Ηλθε δε ημερα των αζυμων, καθ' ην επρεπε να θυσιασωσι το πασχα,7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, [ἐν] ᾗ ἔδει θύεσθαι τὸ πάσχα·
8 και απεστειλε τον Πετρον και Ιωαννην, ειπων? Υπαγετε και ετοιμασατε εις ημας το πασχα, δια να φαγωμεν.8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
9 Οι δε ειπον προς αυτον? Που θελεις να ετοιμασωμεν;9 οἱ δὲ εἶπαν αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
10 Ο δε ειπε προς αυτους? Ιδου, οταν εισελθητε εις την πολιν, θελει σας συναπαντησει ανθρωπος βασταζων σταμνιον υδατος? ακολουθησατε αυτον εις την οικιαν οπου εισερχεται.10 ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται,
11 Και θελετε ειπει προς τον οικοδεσποτην της οικιας? Ο Διδασκαλος σοι λεγει, Που ειναι το καταλυμα, οπου θελω φαγει το πασχα μετα των μαθητων μου;11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος· ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
12 και εκεινος θελει σας δειξει ανωγεον μεγα εστρωμενον? εκει ετοιμασατε.12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
13 Αφου δε υπηγον, ευρον καθως ειπε προς αυτους, και ητοιμασαν το πασχα.13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.
14 Και οτε ηλθεν η ωρα, εκαθησεν εις την τραπεζαν, και οι δωδεκα αποστολοι μετ' αυτου.14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
15 Και ειπε προς αυτους? Πολυ επεθυμησα να φαγω το πασχα τουτο με σας προ του να παθω?15 καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·
16 διοτι σας λεγω, οτι δεν θελω φαγει πλεον εξ αυτου, εωσου εκπληρωθη εν τη βασιλεια του Θεου.16 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
17 Και λαβων το ποτηριον, ευχαριστησε και ειπε? Λαβετε τουτο και διαμοιρασατε εις αλληλους?17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·
18 διοτι σας λεγω οτι δεν θελω πιει απο του γεννηματος της αμπελου, εωσου ελθη η βασιλεια του Θεου.18 λέγω γὰρ ὑμῖν, [ὅτι] οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
19 Και λαβων αρτον, ευχαριστησας εκοψε και εδωκεν εις αυτους, λεγων? Τουτο ειναι το σωμα μου το υπερ υμων διδομενον? τουτο καμνετε εις την ιδικην μου αναμνησιν.19 Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
20 Ωσαυτως και το ποτηριον, αφου εδειπνησαν, λεγων? Τουτο το ποτηριον ειναι η καινη διαθηκη εν τω αιματι μου, το υπερ υμων εκχυνομενον.20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.
21 Πλην ιδου, η χειρ εκεινου οστις με παραδιδει, ειναι μετ' εμου επι της τραπεζης.21 Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22 Και ο μεν Υιος του ανθρωπου υπαγει κατα το ωρισμενον? πλην ουαι εις τον ανθρωπον εκεινον, δι' ου παραδιδεται.22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.
23 Και αυτοι ηρχισαν να συζητωσι προς αλληλους το ποιος ταχα ητο εξ αυτων, οστις εμελλε να καμη τουτο.23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
24 Εγεινε δε και φιλονεικια μεταξυ αυτων, περι του τις εξ αυτων νομιζεται οτι ειναι μεγαλητερος.24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25 Ο δε ειπε προς αυτους? οι βασιλεις των εθνων κυριευουσιν αυτα, και οι εξουσιαζοντες αυτα ονομαζονται ευεργεται.25 ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
26 Σεις ομως ουχι ουτως, αλλ' ο μεγαλητερος μεταξυ σας ας γεινη ως ο μικροτερος, και ο προισταμενος ως ο υπηρετων.26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
27 Διοτι τις ειναι μεγαλητερος, ο καθημενος εις την τραπεζαν η ο υπηρετων; ουχι ο καθημενος; αλλ' εγω ειμαι εν μεσω υμων ως ο υπηρετων.27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
28 Σεις δε εισθε οι διαμειναντες μετ' εμου εν τοις πειρασμοις μου?28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
29 οθεν εγω ετοιμαζω εις εσας βασιλειαν, ως ο Πατηρ μου ητοιμασεν εις εμε,29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
30 δια να τρωγητε και να πινητε επι της τραπεζης μου εν τη βασιλεια μου, και να καθησητε επι θρονων, κρινοντες τας δωδεκα φυλας του Ισραηλ.30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
31 Ειπε δε ο Κυριος? Σιμων, Σιμων, ιδου, ο Σατανας σας εζητησε δια να σας κοσκινιση ως τον σιτον?31 Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
32 πλην εγω εδεηθην περι σου δια να μη εκλειψη η πιστις σου? και συ, οταν ποτε επιστρεψης, στηριξον τους αδελφους σου.32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.
33 Ο δε ειπε προς αυτον? Κυριε, ετοιμος ειμαι μετα σου να υπαγω και εις φυλακην και εις θανατον.33 ὁ δὲ εἶπεν αὐτῷ· κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
34 Ο δε ειπε? σοι λεγω, Πετρε, δεν θελει φωναξει σημερον ο αλεκτωρ, πριν απαρνηθης τρις οτι δεν με γνωριζεις.34 ὁ δὲ εἶπεν· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.
35 Και ειπε προς αυτους? Οτε σας απεστειλα χωρις βαλαντιου και σακκιου και υποδηματων, μηπως εστερηθητε τινος; οι δε ειπον? Ουδενος.35 Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· οὐθενός.
36 Ειπε λοιπον προς αυτους? Αλλα τωρα οστις εχει βαλαντιον ας λαβη αυτο μεθ' εαυτου, ομοιως και σακκιον, και οστις δεν εχει ας πωληση το ιματιον αυτου και ας αγοραση μαχαιραν.36 εἶπεν δὲ αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.
37 Διοτι σας λεγω οτι ετι τουτο το γεγραμμενον πρεπει να εκτελεσθη εις εμε, το, Και μετα ανομων ελογισθη. Διοτι τα περι εμου γεγραμμενα λαμβανουσι τελος.37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
38 Οι δε ειπον? Κυριε, ιδου, ηδη δυο μαχαιραι. Ο δε ειπε προς αυτους? Ικανον ειναι.38 οἱ δὲ εἶπαν· κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστιν.
39 Και εξελθων υπηγε κατα την συνηθειαν εις το ορος των Ελαιων? ηκολουθησαν δε αυτον και οι μαθηται αυτου.39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν, ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
40 Αφου δε ηλθεν εις τον τοπον, ειπε προς αυτους? Προσευχεσθε, δια να μη εισελθητε εις πειρασμον.40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
41 Και αυτος εχωρισθη απ' αυτων ως λιθου βολην, και γονατισας προσηυχετο,41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 λεγων? Πατερ, εαν θελης να απομακρυνης το ποτηριον τουτο απ' εμου? πλην ουχι το θελημα μου, αλλα το σον ας γεινη.42 λέγων· πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. ⟦
43 Εφανη δε εις αυτον αγγελος απ' ουρανου ενισχυων αυτον.43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.
44 Και ελθων εις αγωνιαν, προσηυχετο θερμοτερον, εγεινε δε ο ιδρως αυτου ως θρομβοι αιματος καταβαινοντες εις την γην.44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⟧
45 Και σηκωθεις απο της προσευχης, ηλθε προς τους μαθητας αυτου και ευρεν αυτους κοιμωμενους απο της λυπης,45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
46 και ειπε προς αυτους? Τι κοιμασθε; σηκωθητε και προσευχεσθε, δια να μη εισελθητε εις πειρασμον.46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 Ενω δε αυτος ελαλει ετι, ιδου οχλος, και ο λεγομενος Ιουδας, εις των δωδεκα, ηρχετο προ αυτων και επλησιασεν εις τον Ιησουν, δια να φιληση αυτον.47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτοὺς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
48 Ο δε Ιησους ειπε προς αυτον? Ιουδα, με φιλημα παραδιδεις τον Υιον του ανθρωπου;48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 Ιδοντες δε οι περι αυτον τι εμελλε να γεινη, ειπον προς αυτον? Κυριε, να κτυπησωμεν με την μαχαιραν;49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν· κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
50 Και εκτυπησεν εις εξ αυτων τον δουλον του αρχιερεως και απεκοψεν αυτου το ωτιον το δεξιον.50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
51 Αποκριθεις δε ο Ιησους, ειπεν? Αφησατε εως τουτου? και πιασας το ωτιον αυτου ιατρευσεν αυτον.51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
52 Ειπε δε ο Ιησους προς τους ελθοντας επ' αυτον αρχιερεις και στρατηγους του ιερου και πρεσβυτερους. Ως επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων;52 Εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
53 καθ' ημεραν ημην μεθ' υμων εν τω ιερω και δεν ηπλωσατε τας χειρας επ' εμε. Αλλ' αυτη ειναι η ωρα σας και η εξουσια του σκοτους.53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ, ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
54 Συλλαβοντες δε αυτον, εφεραν και εισηγαγον αυτον εις τον οικον του αρχιερεως. Ο δε Πετρος ηκολουθει μακροθεν.54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 Αφου δε αναψαντες πυρ εν τω μεσω της αυλης συνεκαθησαν, εκαθητο ο Πετρος εν μεσω αυτων.55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
56 Ιδουσα δε αυτον μια τις δουλη καθημενον προς το φως και ενατενισασα εις αυτον, ειπε? Και ουτος ητο μετ' αυτου.56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· καὶ οὗτος σὺν αὐτῷ ἦν.
57 Ο δε ηρνηθη, λεγων? Γυναι, δεν γνωριζω αυτον.57 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα αὐτόν, γύναι.
58 Και μετ' ολιγον αλλος τις ιδων αυτον, ειπε? Και συ εξ αυτων εισαι. Ο δε Πετρος ειπεν? Ανθρωπε, δεν ειμαι.58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος ἔφη· ἄνθρωπε, οὐκ εἰμί.
59 Και αφου επερασεν ως μια ωρα, αλλος τις διισχυριζετο, λεγων? Επ' αληθειας και ουτος μετ' αυτου ητο? διοτι Γαλιλαιος ειναι.59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.
60 Ειπε δε ο Πετρος? Ανθρωπε, δεν εξευρω τι λεγεις. Και παρευθυς, ενω αυτος ελαλει ετι, εφωναξεν ο αλεκτωρ.60 εἶπεν δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
61 Και στραφεις ο Κυριος ενεβλεψεν εις τον Πετρον, και ενεθυμηθη ο Πετρος τον λογον του Κυριου, οτι ειπε προς αυτον οτι πριν φωναξη ο αλεκτωρ, θελεις με απαρνηθη τρις.61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.
62 Και εξελθων εξω ο Πετρος εκλαυσε πικρως.62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
63 Και οι ανδρες οι κρατουντες τον Ιησουν ενεπαιζον αυτον δεροντες,63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
64 και περικαλυψαντες αυτον ερραπιζον το προσωπον αυτου και ηρωτων αυτον, λεγοντες? Προφητευσον τις ειναι οστις σε εκτυπησε;64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
65 Και αλλα πολλα βλασφημουντες ελεγον εις αυτον.65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Και καθως εγεινεν ημερα, συνηχθη το πρεσβυτεριον του λαου, αρχιερεις τε και γραμματεις, και ανεβιβασαν αυτον εις το συνεδριον αυτων, λεγοντες?66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν
67 Συ εισαι ο Χριστος; ειπε προς ημας? ειπε δε προς αυτους. Εαν σας ειπω, δεν θελετε πιστευσει,67 λέγοντες· εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·
68 εαν δε και ερωτησω, δεν θελετε μοι αποκριθη ουδε θελετε με απολυσει?68 ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
69 απο του νυν θελει εισθαι ο Υιος του ανθρωπου καθημενος εκ δεξιων της δυναμεως του Θεου.69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
70 Ειπον δε παντες? Συ λοιπον εισαι ο Υιος του Θεου; Ο δε ειπε προς αυτους? Σεις λεγετε οτι εγω ειμαι.70 εἶπαν δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
71 Οι δε ειπον? Τι χρειαν εχομεν πλεον μαρτυριας; διοτι ημεις αυτοι ηκουσαμεν απο του στοματος αυτου.71 οἱ δὲ εἶπαν· τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.