Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 8


font
GREEK BIBLENEW JERUSALEM
1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς1 Strongly she reaches from one end of the world to the other and she governs the whole world for itsgood.
2 ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς2 Wisdom I loved and searched for from my youth; I resolved to have her as my bride, I fel in love withher beauty.
3 εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν3 She enhances her noble birth by sharing God's life, for the Master of Al has always loved her.
4 μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ4 Indeed, she shares the secrets of God's knowledge, and she chooses what he wil do.
5 εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης5 If in this life wealth is a desirable possession, what is more wealthy than Wisdom whose work iseverywhere?
6 εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις6 Or if it be the intel ect that is at work, who, more than she, designs whatever exists?
7 καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις7 Or if it be uprightness you love, why, virtues are the fruit of her labours, since it is she who teachestemperance and prudence, justice and fortitude; nothing in life is more useful for human beings.
8 εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων8 Or if you are eager for wide experience, she knows the past, she forecasts the future; she knows how toturn maxims, and solve riddles; she has foreknowledge of signs and wonders, and of the unfolding of the agesand the times.
9 ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης9 I therefore determined to take her to share my life, knowing that she would be my counsel or inprosperity and comfort me in cares and sorrow.
10 ἕξω δι’ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος10 'Thanks to her, I shal be admired by the masses and honoured, though young, by the elders.
11 ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι11 I shall be reckoned shrewd as a judge, and the great wil be amazed at me.
12 σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν12 They wil wait on my silences, and pay attention when I speak; if I speak at some length, they wil laytheir hand on their lips.
13 ἕξω δι’ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω13 By means of her, immortality wil be mine, I shal leave an everlasting memory to my successors.
14 διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι14 I shall govern peoples, and nations wil be subject to me;
15 φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος15 at the sound of my name fearsome despots will be afraid; I shal show myself kind to the people andvaliant in battle.
16 εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς ἀλλὰ εὐφροσύνην καὶ χαράν16 'When I go home I shal take my ease with her, for nothing is bitter in her company, when life is sharedwith her there is no pain, nothing but pleasure and joy.'
17 ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας17 Having meditated on al this, and having come to the conclusion that immortality resides in kinship withWisdom,
18 καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν18 noble contentment in her friendship, inexhaustible riches in her activities, understanding in cultivatingher society, and renown in conversing with her, I went al ways, seeking how to get her.
19 παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς19 I was a boy of happy disposition, I had received a good soul as my lot,
20 μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον20 or rather, being good, I had entered an undefiled body;
21 γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δῷ καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου21 but, realising that I could never possess Wisdom unless God gave her to me, -a sign of intel igence initself, to know in whose gift she lay -- I prayed to the Lord and entreated him, and with all my heart I said: