ΣΟΦΙΑ ΣΑΛΩΜΩΝ - Sapienza - Wisdom 13
Confronta con un'altra Bibbia
Cambia Bibbia
GREEK BIBLE | Biblija Hrvatski |
---|---|
1 μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἷς παρῆν θεοῦ ἀγνωσία καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην | 1 Po naravi su glupi svi ljudi koji ne upoznaše Boga, oni koji iz vidljivih ljepotâ ne mogu spoznati onoga koji jest – nisu kadri prepoznati umjetnika po djelima njegovim; |
2 ἀλλ’ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν | 2 nego smatraju bogovima koji svijetom vladaju oganj ili vjetar ili hitri zrak, zvjezdan krug ili silnu vodu ili svjetlila nebeska. |
3 ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά | 3 Jer ako su ih, opčinjeni njihovom ljepotom, uzeli smatrati bogovima, morali su spoznati koliko ih tek nadmašuje njihov gospodar jer ih je stvorio sam Tvorac ljepote. |
4 εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες νοησάτωσαν ἀπ’ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν | 4 Ako ih je i zadivila njihova sila i snaga, morali su iz toga zaključiti koliko je tek silniji njihov stvoritelj. |
5 ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται | 5 Jer prema veličini i ljepoti stvorova možemo, po sličnosti, razmišljati o njihovu Tvorcu. |
6 ἀλλ’ ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν | 6 Ali ovi ipak zaslužuju malen prijekor, jer možda samo lutaju tražeći Boga i želeći ga naći; |
7 ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσιν καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα | 7 živeći među djelima njegovim, nastoje ih shvatiti, a zavodi ih samo naličje stvari jer vide toliko ljepote. |
8 πάλιν δ’ οὐδ’ αὐτοὶ συγγνωστοί 9εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον | 8 Pa ipak, oprostiti im ne treba: |
9 προσκαλεσαμενου σε δυναστου υποχωρων γινου και τοσω μαλλον σε προσκαλεσεται | 9 jer ako su bili kadri steći toliko spoznaje da mogu svemir istraživati, koliko su lakše mogli otkriti Gospodara svega toga! |
10 ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζῴων ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας | 10 Ali nesretnici su oni – i u mrtve se predmete ufaju – koji bogovima nazivaju djela ruku čovječjih: zlato i srebro, umjetno obrađeno, životinjske likove, bezvrijedni kamen isklesan drevnom rukom. |
11 εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ καὶ τεχνησάμενος εὐπρεπῶς κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς | 11 Posiječe drvodjelja prikladno drvo, brižljivo mu oguli koru i s divnim umijećem načini predmet koristan za svagdašnju upotrebu. |
12 τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη | 12 A triješće što preostane upotrijebi da spremi jelo kojim se siti. |
13 τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου | 13 Ostane mu komad koji nije ni za što, drvo krivo i kvrgavo: uzme ga i u dokolici marljivo izrezuje, oblikuje ga umijećem nehotičnim, dade mu lik čovječji; |
14 ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας | 14 ili izdjelja od njega kakvu bezvrijednu životinju, crljenkom je oboji, crvenilom naliči, premaže joj svaku pjegu. |
15 καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ | 15 Konačno joj načini prikladnu kućicu, metne na zid i prikuje željeznim čavlom. |
16 ἵνα μὲν οὖν μὴ καταπέσῃ προενόησεν αὐτοῦ εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας | 16 Pobrine se tako za nju da ne padne, dobro znajući kako sebi sama pomoći ne može: jer je lik kojem treba tuđe pomoći. |
17 περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλεῖται | 17 I poslije svega toga on se ne stidi tu neživu stvar nagovarati i njoj se moliti za imetak, za ženidbu i djecu, i za zdravlje svoje zaziva nemoć, |
18 περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον | 18 za život preklinje smrt, i utječe se za pomoć samoj nemoći, za putovanje onomu koji ne može ni nogom maknuti; |
19 περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται | 19 i za svoje dobitke i pothvate, za uspjeh u svojem poslu, on traži snage u onoga komu su ruke najnemoćnije. |
20 βδελυγμα υπερηφανω ταπεινοτης ουτως βδελυγμα πλουσιω πτωχος | |
21 πλουσιος σαλευομενος στηριζεται υπο φιλων ταπεινος δε πεσων προσαπωθειται υπο φιλων | |
22 πλουσιου σφαλεντος πολλοι αντιλημπτορες ελαλησεν απορρητα και εδικαιωσαν αυτον ταπεινος εσφαλεν και προσεπετιμησαν αυτω εφθεγξατο συνεσιν και ουκ εδοθη αυτω τοπος | |
23 πλουσιος ελαλησεν και παντες εσιγησαν και τον λογον αυτου ανυψωσαν εως των νεφελων πτωχος ελαλησεν και ειπαν τις ουτος καν προσκοψη προσανατρεψουσιν αυτον | |
24 αγαθος ο πλουτος ω μη εστιν αμαρτια και πονηρα η πτωχεια εν στοματι ασεβους | |
25 καρδια ανθρωπου αλλοιοι το προσωπον αυτου εαν τε εις αγαθα εαν τε εις κακα | |
26 ιχνος καρδιας εν αγαθοις προσωπον ιλαρον και ευρεσις παραβολων διαλογισμοι μετα κοπων |