1 εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου | 1 Ella dirigió felizmente sus empresas por medio de un profeta santo.
|
2 διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς | 2 Atravesaron un desierto deshabitado y fijaron sus tiendas en parajes inaccesibles;
|
3 ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο | 3 hicieron frente a sus enemigos y rechazaron a sus adversarios.
|
4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ | 4 Tuvieron sed y te invocaron: de una roca abrupta se les dio agua, de una piedra dura, remedio para su sed.
|
5 δι’ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν | 5 Lo mismo que fue para sus enemigos un castigo, fue para ellos en su apuro un beneficio.
|
6 ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος | 6 En vez de la fuente perenne de un río enturbiado por una mezcla de sangre y barro
|
7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως | 7 en pena de su decreto infanticida, diste a los tuyos inesperadamente un agua abundante,
|
8 δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας 9ὅτε γὰρ ἐπειράσθησαν καίπερ ἐν ἐλέει παιδευόμενοι ἔγνωσαν πῶς μετ’ ὀργῆς κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο | 8 mostrándoles por la sed que entonces sufrieron de qué modo habías castigado a sus adversarios.
|
9 περι πραγματος ου ουκ εστιν σοι χρεια μη εριζε και εν κρισει αμαρτωλων μη συνεδρευε | 9 Pues cuando sufrieron su prueba - si bien con misericordia corregidos - conocieron cómo los impíos, juzgados con cólera, eran torturados;
|
10 τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας | 10 pues a ellos los habías probado como padre que amonesta, pero a los otros los habías castigado como rey severo que condena.
|
11 καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο | 11 Tanto estando lejos como cerca, igualmente se consumían,
|
12 διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελθόντων | 12 pues una doble tristeza se apoderó de ellos, y un lamento con el recuerdo del pasado:
|
13 ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς ᾔσθοντο τοῦ κυρίου | 13 porque, al oír que lo mismo que era su castigo, era para los otros un beneficio, reconocieron al Señor;
|
14 ὃν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες | 14 pues al que antes hicieron exponer y luego rechazaron con escarnio, al final de los acontecimientos le admiraron después de padecer una sed bien diferente de la de los justos.
|
15 ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν | 15 Por sus locos e inicuos pensamientos por los que, extraviados, adoraban reptiles sin razón y bichos despreciables, les enviaste en castigo muchedumbre de animales sin razón,
|
16 ἵνα γνῶσιν ὅτι δι’ ὧν τις ἁμαρτάνει διὰ τούτων κολάζεται | 16 para que aprendiesen que, por donde uno peca, por allí es castigado.
|
17 οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας | 17 Pues bien podía tu mano omnipotente - ella que de informe materia había creado el mundo - enviar contra ellos muchedumbre de osos o audaces leones,
|
18 ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους ἤτοι πυρπνόον φυσῶντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνοῦ ἢ δεινοὺς ἀπ’ ὀμμάτων σπινθῆρας ἀστράπτοντας | 18 o bien fieras desconocidas, entonces creadas, llenas de furor, respirando aliento de fuego, lanzando humo hediondo o despidiendo de sus ojos terribles centellas,
|
19 ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι | 19 capaces, no ya de aniquilarlos con sus ataques, sino de destruirlos con sólo su estremecedor aspecto.
|
20 καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας | 20 Y aun sin esto, de un simple soplo podían sucumbir, perseguidos por la Justicia, aventados por el soplo de tu poder. Pero tú todo lo dispusiste con medida, número y peso.
|
21 τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται | 21 Pues el actuar con inmenso poder siempre está en tu mano. ¿Quién se podrá oponer a la fuerza de tu brazo?
|
22 ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν | 22 Como lo que basta a inclinar una balanza, es el mundo entero en tu presencia, como la gota de rocío que a la mañana baja sobre la tierra.
|
23 ἐλεεῖς δὲ πάντας ὅτι πάντα δύνασαι καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν | 23 Te compadeces de todos porque todo lo puedes y disimulas los pecados de los hombres para que se arrepientan.
|
24 ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας | 24 Amas a todos los seres y nada de lo que hiciste aborreces, pues, si algo odiases, no lo habrías hecho.
|
25 πῶς δὲ διέμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη | 25 Y ¿cómo habría permanecido algo si no hubieses querido? ¿Cómo se habría conservado lo que no hubieses llamado?
|
26 φείδῃ δὲ πάντων ὅτι σά ἐστιν δέσποτα φιλόψυχε | 26 Mas tú con todas las cosas eres indulgente, porque son tuyas, Señor que amas la vida,
|
27 κακωσις ωρας επιλησμονην ποιει τρυφης και εν συντελεια ανθρωπου αποκαλυψις εργων αυτου | |
28 προ τελευτης μη μακαριζε μηδενα και εν τεκνοις αυτου γνωσθησεται ανηρ | |
29 μη παντα ανθρωπον εισαγε εις τον οικον σου πολλα γαρ τα ενεδρα του δολιου | |
30 περδιξ θηρευτης εν καρταλλω ουτως καρδια υπερηφανου και ως ο κατασκοπος επιβλεπει πτωσιν | |
31 τα γαρ αγαθα εις κακα μεταστρεφων ενεδρευει και εν τοις αιρετοις επιθησει μωμον | |
32 απο σπινθηρος πυρος πληθυνεται ανθρακια και ανθρωπος αμαρτωλος εις αιμα ενεδρευει | |
33 προσεχε απο κακουργου πονηρα γαρ τεκταινει μηποτε μωμον εις τον αιωνα δω σοι | |
34 ενοικισον αλλοτριον και διαστρεψει σε εν ταραχαις και απαλλοτριωσει σε των ιδιων σου | |